Book 7
6.2
ἦσαν δὲ οἱ τὸ μέγιστον ἐν τοῖς Ἀχαιοῖς ἔχοντες κράτος οἵ τε Τισαμενοῦ παῖδες Δαϊμένης καὶ Σπάρτων καὶ Τέλλις τε καὶ Λεοντομένης· Κομήτης δὲ ὁ πρεσβύτατος τῶν Τισαμενοῦ παίδων πρότερον ἔτι διεβεβήκει ναυσὶν ἐς τὴν Ἀσίαν. οὗτοί τε δὴ τηνικαῦτα ἐν τοῖς Ἀχαιοῖς ἐδυνάστευον καὶ Δαμασίας ὁ Πενθίλου τοῦ Ὀρέστου, τοῖς Τισαμενοῦ παισὶν ἀνεψιὸς πρὸς πατρός. ἴσχυον δὲ ἐπʼ ἴσης τοῖς κατειλεγμένοις καὶ Ἀχαιῶν τῶν ἐκ Λακεδαίμονος Πρευγένης καὶ ὁ υἱός, ὄνομα δέ οἱ ἦν Πατρεύς· καί σφισιν ὑπὸ τῶν Ἀχαιῶν ἐδόθη κτίσασθαι πόλιν ἐν τῇ χώρᾳ, καὶ τὸ ὄνομα ἀπὸ τοῦ Πατρέως ἐτέθη τῇ πόλει.
6.3
τὰ δὲ ἐς πόλεμον τοιάδε ἦν τοῖς Ἀχαιοῖς. κατὰ μὲν τὴν ἐς Ἴλιον ἐπιστρατείαν Ἀγαμέμνονος Λακεδαίμονα ἔτι καὶ Ἄργος οἰκοῦντες μεγίστη τοῦ Ἑλληνικοῦ μοῖρα ἦσαν· κατὰ δὲ τὴν Ξέρξου καὶ Μήδων ἐπὶ τὴν Ἑλλάδα ὁδὸν οὔτε Λεωνίδᾳ τῆς ἐξόδου τῆς ἐς Θερμοπύλας εἰσὶν οἱ Ἀχαιοὶ δῆλοι μετεσχηκότες οὔτε Ἀθηναίοις ὁμοῦ καὶ Θεμιστοκλεῖ πρὸς Εὐβοίᾳ καὶ Σαλαμῖνι ναυμαχήσαντες, οὐδὲ σφᾶς κατάλογος συμμάχων ἔχει Λακωνικὸς ἢ Ἀττικός.
6.4
ὑστέρησαν δὲ καὶ ἔργου τοῦ Πλαταιᾶσι· δῆλα γὰρ δὴ ὅτι ἐπὶ τῷ ἀναθήματι τῷ ἐν Ὀλυμπίᾳ τῶν Ἑλλήνων μετῆν ἂν καὶ Ἀχαιοῖς γεγράφθαι. δοκεῖν δέ μοι τὰς πατρίδας τε ὑπολειφθέντες ἕκαστοι τὰς αὑτῶν ἔσωζον καὶ ἅμα διὰ τὸ ἔργον τὸ πρὸς Τροίαν Λακεδαιμονίους Δωριεῖς ἀπηξίουν σφίσιν ἡγεῖσθαι. ἐδήλωσαν δὲ καὶ ἀνὰ χρόνον· Λακεδαιμονίων γὰρ ἐς τὸν πρὸς Ἀθηναίους πόλεμον καταστάντων ὕστερον, ἐς τὴν συμμαχίαν ἦσαν οἱ Ἀχαιοὶ πρόθυμοι Πατρεῦσι, καὶ ἐς τοὺς Ἀθηναίους οὐχ ἧσσον εἶχον γνώμην.