Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 6

12.3 οὗτος ὁ Ἱέρων ξενίαν πρὸς Πύρρον τὸν Αἰακίδου καὶ ὁμοῦ τῇ ξενίᾳ καὶ ἐπιγαμίαν ἐποιήσατο, Γέλωνι τῷ παιδὶ Νηρηίδα ἀγαγόμενος τὴν Πύρρου. Ῥωμαίων δὲ περὶ Σικελίας ἐς τὴν πρὸς Καρχηδονίους πόλεμον καταστάντων εἶχον μὲν οἱ Καρχηδόνιοι τῆς νήσου πλέον ἢ ἥμισυ, Ἱέρωνι δὲ συνιόντων μὲν ἄρτι ἐς τὸν πόλεμον ἑλέσθαι τὰ Καρχηδονίων ἤρεσε, μετὰ δὲ οὐ πολὺ δυνάμει τε εἶναι νομίζων τὰ Ῥωμαίων ἐχυρώτερα καὶ βεβαιότερα ἅμα ἐς φιλίαν μετεβάλετο ὡς τούτους.
12.4 τοῦ δέ οἱ βίου συνέβη γενέσθαι τὴν τελευτὴν ὑπὸ Δεινομένους, γένος μὲν Συρακουσίου, δυσμενέστατα δὲ ἀνδρὸς ἐς τυραννίδα ἔχοντος, ὃς καὶ ὕστερον τούτων Ἱπποκράτει τῷ ἀδελφῷ τῷ Ἐπικύδους ἐξ Ἐρβησσοῦ παρεληλυθότι ἄρτι ἐς Συρακούσας καὶ ἐς τὸ πλῆθος ποιεῖσθαι λόγους ἀρχομένῳ ἐπέδραμεν ὡς ἀποκτενῶν τὸν Ἱπποκράτην· τοῦ δέ οἱ ἀντιστάντος, κρατήσαντες τῶν δορυφόρων ἄλλοι διαφθείρουσι τὸν Δεινομένην. τοὺς ἀνδριάντας δὲ τοῦ Ἱέρωνος ἐν Ὀλυμπίᾳ, ἐφʼ ἵππου τὸν ἕτερον, τὸν δὲ αὐτῶν πεζόν, ἀνέθεσαν μὲν τοῦ Ἱέρωνος οἱ παῖδες, ἐποίησε δὲ Μίκων Νικηράτου Συρακούσιος.
12.5 μετὰ δὲ τοῦ Ἱέρωνος τὰς εἰκόνας Ἀρεὺς ὁ Ἀκροτάτου Λακεδαιμονίων βασιλεὺς καὶ Ἄρατος ἕστηκεν ὁ Κλεινίου, καὶ αὖθις ἀναβεβηκώς ἐστιν Ἀρεὺς ἵππον. ἀνάθημα δὲ ὁ μὲν Κορινθίων ὁ Ἄρατος, Ἀρεὺς δὲ Ἠλείων ἐστί· καί μοι τοῦ λόγου τὰ πρότερα οὔτε τῶν ἐς Ἄρατον οὔτε τῶν ἐς Ἀρέα ἀμνημόνως ἔσχεν, Ἄρατος δὲ καὶ ἅρματι ἀνηγορεύθη νικῶν ἐν Ὀλυμπίᾳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme