Book 5
2.2
ὡς δὲ ἔμαθεν, ἐνταῦθα οἱ Ἠλεῖοι δίκας τοῦ φόνου παρὰ Ἀργείων ἀπῄτουν· τηνικαῦτα γὰρ ἔτυχεν Ἡρακλῆς ἐν Τίρυνθι οἰκῶν. μὴ διδόντων δέ σφισι δίκας τῶν Ἀργείων, οἱ δὲ δεύτερα ἐνέκειντο Κορινθίοις ἔκσπονδον τὸ Ἀργολικὸν πᾶν τοῦ ἀγῶνος γενέσθαι τοῦ Ἰσθμικοῦ. ὡς δὲ ἡμάρτανον καὶ τούτου, Μολίνην θέσθαι φασὶν ἐπὶ τοῖς πολίταις κατάρας, ἢν Ἰσθμίων μὴ θέλωσιν εἴργεσθαι. φυλάσσουσι δὲ τῆς Μολίνης καὶ ἐς τόδε ἔτι τὰς κατάρας, καὶ ὅσοι τὰ σώματα ἀσκοῦσιν Ἠλείων, οὔ σφισιν ἐς τὸν ἀγῶνα ἐσελθεῖν καθέστηκε τὸν Ἰσθμικόν.
2.3
διάφοροι δὲ τῷ εἰρημένῳ δύο εἰσὶν ἄλλοι λόγοι. τούτων δὲ ὁ μὲν Κύψελον τὸν τυραννήσαντα Κορινθίων φησὶν ἄγαλμα ἀναθεῖναι τῷ Διὶ χρυσοῦν ἐς Ὀλυμπίαν, προαποθανόντος δὲ τοῦ Κυψέλου πρὶν ἐπὶ τῷ ἀναθήματι τὸ ὄνομα ἐπιγράψαι τὸ αὑτοῦ, τοὺς Κορινθίους παρὰ Ἠλείων αἰτεῖν δοῦναί σφισιν ἐπιγράψαι δημοσίᾳ τὴν πόλιν ἐπὶ τῷ ἀναθήματι, οὐ τυχόντας δὲ ὀργῇ τε ἐς τοὺς Ἠλείους χρῆσθαι καὶ προειπεῖν σφισιν Ἰσθμίων εἴργεσθαι. πῶς ἂν οὖν Κορινθίοις αὐτοῖς τοῦ ἀγῶνος μετῆν τοῦ ἐν Ὀλυμπίᾳ, εἰ δὴ ἄκοντάς γε Ἠλείους ἀπὸ τῶν Ἰσθμίων εἶργον;
2.4
ὁ δὲ ἕτερος ἔχει τῶν λόγων Προλάῳ παῖδας ἀνδρὶ παρὰ Ἠλείοις δοκίμῳ καὶ τῇ γυναικὶ αὐτοῦ Λυσίππῃ Φίλανθον καὶ Λάμπον γενέσθαι· τούτους ἐπὶ τὸν ἀγῶνα ἐλθόντας τῶν Ἰσθμίων παγκρατιάσοντας ἐν παισί, τὸν δὲ αὐτῶν παλαίσοντα, ὑπὸ τῶν ἀνταγωνιστῶν, πρὶν ἢ ἐς τὸν ἀγῶνα ἐσελθεῖν, ἀποπνιγῆναι σφᾶς ἢ καὶ ἄλλῳ τῷ τρόπῳ διαχρησθῆναι· καὶ οὕτω τὰς ἐπὶ τοῖς Ἠλείοις, ἢν Ἰσθμίων μὴ ἑκόντες εἴργωνται, Λυσίππης ἀρὰς εἶναι. δείκνυται δὲ καὶ ὅδε εὐήθης ὢν ὁ λόγος.