Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 5

6.4 μετὰ δὲ τὸν Ἄνιγρον ὁδεύσαντι ἐπὶ μακρότερον διὰ χωρίου τὰ πλείονα ὑποψάμμου καὶ ἔχοντος δένδρα πίτυς ἀγρίας, ὀπίσω ἐς ἀριστερὰ Σκιλλοῦντος ὄψει ἐρείπια. τῶν μὲν δὴ πόλεων ἦν τῶν ἐν τῇ Τριφυλίᾳ καὶ Σκιλλοῦς· ἐπὶ δὲ τοῦ πολέμου τοῦ Πισαίων πρὸς Ἠλείους ἐπίκουροί τε Πισαίων οἱ Σκιλλούντιοι καὶ διάφοροι τοῖς Ἠλείοις ἦσαν ἐκ τοῦ φανεροῦ, καὶ σφᾶς οἱ Ἠλεῖοι τούτων ἕνεκα ἐποίησαν ἀναστάτους.
6.5 Λακεδαιμόνιοι δὲ ὕστερον Σκιλλοῦντα ἀποτεμόμενοι τῆς Ἠλείας Ξενοφῶντι ἔδοσαν τῷ Γρύλου, φυγάδι ἤδη γεγονότι ἐξ Ἀθηνῶν. ἐδιώχθη δὲ ὁ Ξενοφῶν ὑπὸ Ἀθηναίων ὡς ἐπὶ βασιλέα τῶν Περσῶν σφίσιν εὔνουν ὄντα στρατείας μετασχὼν Κύρῳ πολεμιωτάτῳ τοῦ δήμου· καθήμενος γὰρ ἐν Σάρδεσιν ὁ Κῦρος Λυσάνδρῳ τῷ Ἀριστοκρίτου καὶ Λακεδαιμονίοις χρήματα ἀνήλισκεν ἐς τὰς ναῦς. ἀντὶ τούτων μὲν Ξενοφῶντι ἐγένετο φυγή, κατοικήσας δὲ ἐν Σκιλλοῦντι τέμενός τε καὶ ἱερὸν καὶ ναὸν Ἀρτέμιδι ᾠκοδομήσατο Ἐφεσίᾳ.
6.6 παρέχεται δὲ ὁ Σκιλλοῦς καὶ ἄγρας θηρίων, ὑῶν τε ἀγρίων καὶ ἐλάφων· καὶ τὴν γῆν τὴν Σκιλλουντίαν Σελινοῦς ποταμὸς διέξεισιν. οἱ δὲ Ἠλείων ἐξηγηταὶ κομίσασθαί τε αὖθις Σκιλλοῦντα Ἠλείους ἔλεγον, καὶ Ξενοφῶντα, ὅτι ἔλαβε παρὰ Λακεδαιμονίων τὴν γῆν, κριθῆναι μὲν ἐν τῇ Ὀλυμπικῇ βουλῇ, τυχόντα δὲ παρὰ Ἠλείων συγγνώμης ἀδεῶς ἐν Σκιλλοῦντι οἰκῆσαι. καὶ δὴ καὶ ὀλίγον ἀπωτέρω τοῦ ἱεροῦ μνῆμά τε ἐδείκνυτο καὶ τῆς Πεντελῆσίν ἐστι λιθοτομίας εἰκὼν ἐπὶ τῷ τάφῳ· εἶναι δὲ αὐτὸ Ξενοφῶντος λέγουσιν οἱ προσοικοῦντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme