Book 4
20.8
Ἀριστομένης δὲ οὐ πολλαῖς πρότερον ἡμέραις Κεφαλλῆνα ἔμπορον, ἑαυτῷ ξένον καὶ ἐσάγοντα ἐς τὴν Εἶραν ὁπόσων ἐδέοντο, ἑαλωκότα ὑπὸ Λακεδαιμονίων καὶ τοξοτῶν Ἀπτεραίων ὧν ἦρχεν Εὐρύαλος Σπαρτιάτης, τοῦτον τὸν Κεφαλλῆνα ἀφαιρούμενος ἐκεῖνον μὲν καὶ τὰ χρήματα ὁπόσα ἦγεν ἀπέσωσεν, αὐτὸς δὲ ἐτέτρωτο καὶ οὐκ ἐδύνατο ἐπιφοιτᾶν τοῖς φυλάσσουσι καθάπερ εἰώθει. τοῦτο μάλιστα αἴτιον ἐγένετο ἐκλειφθῆναι τὴν ἀκρόπολιν·
20.9
τῶν τε δὴ ἄλλων ἕκαστος ἀνεχώρησεν ἀπὸ τῆς φρουρᾶς καὶ τῆς ὑπὸ τοῦ βουκόλου μοιχευομένης ὁ ἀνήρ. ἡ δὲ τηνικαῦτα ἔνδον εἶχε τὸν βουκόλον, αἰσθάνεταί τε τοῦ ἀνδρὸς ἐπιόντος καὶ αὐτίκα ὡς τάχους εἶχεν ἀποκρύπτει τὸν ἄνθρωπον. ἐσελθόντα δὲ τὸν ἄνδρα ἐφιλοφρονεῖτο ὡς οὔπω πρότερον καὶ ἠρώτα καθʼ ἥν τινα αἰτίαν ἥκοι. ὁ δὲ οὔτε μεμοιχευμένην εἰδὼς οὔτε ἔνδον ὄντα τὸν βουκόλον ἐχρῆτο τῷ ἀληθεῖ λόγῳ, καὶ αὐτός τε διὰ τοῦ ὄμβρου τὸ βίαιον καὶ τῶν ἄλλων ἕκαστον ἔφασκεν ἀπολελοιπέναι τὴν φρουράν.
20.10
ἐπηκροᾶτο δὲ λέγοντος ὁ βουκόλος, καὶ ὡς ἀκριβῶς ἐπύθετο ἕκαστα, αὖθις ἐκ τῶν Μεσσηνίων ἐς τοὺς Λακεδαιμονίους ἀφίκετο αὐτόμολος. Λακεδαιμονίοις δὲ οἱ μὲν βασιλεῖς ἀπὸ στρατοπέδου τηνικαῦτα ἀπῆσαν, πολεμαρχῶν δὲ τότε Ἐμπέραμος ὁ τοῦ βουκόλου δεσπότης προσεκάθητο τῇ Εἴρᾳ. ἀφικόμενος οὖν ἐς τοῦτον πρῶτα μὲν τὸ ἐπὶ τῷ δρασμῷ παρῃτεῖτο ἁμάρτημα, δεύτερα δὲ ἀνεδίδασκεν ὡς τὴν Εἶραν ἐν τῷ παρόντι μάλιστα αἱρήσουσιν, αὐτὰ ἕκαστα ὁπόσα ᾔσθετο τοῦ Μεσσηνίου διηγούμενος.