Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 4

19.5 ἑσπέρα γὰρ ἐπῄει. δύο μὲν οὖν ἐς Σπάρτην ἀπʼ αὐτῶν ἐλθόντες Λακεδαιμονίοις Ἀριστομένην εὐηγγελίζοντο ἡλωκέναι· οἱ λοιποὶ δὲ ἀποχωροῦσιν ἐς ἀγρὸν τῶν ἐν τῇ Μεσσηνίᾳ. ἐνταῦθα ᾤκει κόρη σὺν μητρὶ παρθένος, πατρὸς ὀρφανή. τῇ δὲ προτέρᾳ νυκτὶ εἶδεν ὄψιν ἡ παῖς· λέοντα ἐς τὸν ἀγρὸν λύκοι σφίσιν ἤγαγον δεδεμένον καὶ οὐκ ἔχοντα ὄνυχας, αὐτὴ δὲ τοῦ δεσμοῦ τὸν λέοντα ἀπέλυσε καὶ ἀνευροῦσα ἔδωκε τοὺς ὄνυχας, οὕτω τε διασπασθῆναι τοὺς λύκους ἔδοξεν ὑπὸ τοῦ λέοντος.
19.6 τότε δὲ ὡς τὸν Ἀριστομένην ἐσάγουσιν οἱ Κρῆτες, συνεφρόνησεν ἡ παρθένος ὕπαρ ἥκειν τὸ ἐν τῇ νυκτί οἱ πεφηνὸς καὶ ἀνηρώτα τὴν μητέρα ὅστις εἴη· μαθοῦσα δὲ ἐπερρώσθη τε καὶ ἀπιδοῦσα ἐς αὐτὸν τὸ προσταχθὲν συνῆκεν. οἶνον οὖν τοῖς Κρησὶν ἐγχέουσα ἀνέδην, ὡς σφᾶς ἡ μέθη κατελάμβανεν, ὑφαιρεῖται τοῦ μάλιστα ὑπνωμένου τὸ ἐγχειρίδιον· τὰ μὲν δὴ δεσμὰ τοῦ Ἀριστομένους ἔτεμεν ἡ παρθένος, ὁ δὲ παραλαβὼν τὸ ξίφος ἐκείνους διειργάσατο. ταύτην τὴν παρθένον λαμβάνει γυναῖκα Γόργος Ἀριστομένους· ἐδίδου δὲ Ἀριστομένης τῇ παιδὶ ἐκτίνων σῶστρα, ἐπεὶ Γόργῳ οὐκ ἦν πω δέκατον καὶ ὄγδοον ἔτος, ὅτε ἔγημεν.
20.1 ἑνδεκάτῳ δὲ ἔτει τῆς πολιορκίας τήν τε Εἶραν ἐπέπρωτο ἁλῶναι καὶ ἀναστάτους γενέσθαι Μεσσηνίους, καὶ δή σφισιν ἐπετέλεσεν ὁ θεὸς Ἀριστομένει καὶ Θεόκλῳ χρησθέν τι. τούτοις γὰρ ἐλθοῦσιν ἐς Δελφοὺς μετὰ τὴν ἐπὶ τῇ τάφρῳ πληγὴν καὶ ἐπερομένοις ὑπὲρ σωτηρίας τοσόνδε εἶπεν ἡ Πυθία· εὖτε τράγος πίνῃσι Νέδης ἑλικόρροον ὕδωρ, οὐκέτι Μεσσήνην ῥύομαι· σχεδόθεν γὰρ ὄλεθρος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme