Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 4

10.3 ὁ γὰρ Εὐφαὴς πλέον τι ἢ βασιλέα εἰκὸς ἦν προθυμούμενος καὶ ἀφειδῶς τοῖς περὶ τὸν Θεόπομπον ἐγκείμενος τραύματα τε πολλά τε καὶ οὐκ ἰάσιμα λαμβάνει· λιποψυχήσαντα δὲ αὐτὸν καὶ πεσόντα οἱ Λακεδαιμόνιοι καὶ ὀλίγον ὅμως ἐμπνέοντα ἐποιοῦντο παρʼ αὑτοὺς ἑλκύσαι σπουδήν. ἐπήγειρε δὲ καὶ τοὺς Μεσσηνίους ἥ τε ἐς τὸν Εὐφαῆ προϋπάρχουσα εὔνοια καὶ τὰ ὀνείδη τὰ μέλλοντα· φονευομένοις τε ὑπὲρ τοῦ βασιλέως ἄμεινόν σφισιν ἐφαίνετο προΐεσθαι τὰς ψυχὰς ἢ ἐκεῖνον προεμένων ἀποσωθῆναί τινα.
10.4 τότε μὲν δὴ πεσὼν ὁ Εὐφαὴς τήν τε μάχην ἐπεμήκυνε καὶ προήγαγεν ἐς πλέον παρὰ ἑκατέρων τὰ τολμήματα· ὕστερον δὲ ἀνήνεγκε μὲν καὶ ᾔσθετο ὅτι οὐκ ἔλαττον ἐσχήκασιν ἐν τῷ ἔργῳ, ἡμέραις δὲ οὐ πολλαῖς ἀποθνήσκει, βασιλεύσας Μεσσηνίων τρία ἔτη καὶ δέκα καὶ πολεμήσας Λακεδαιμονίοις τὸν πάντα τῆς βασιλείας χρόνον.
10.5 Εὐφαεῖ δὲ οὐκ ὄντων παίδων τὸν αἱρεθέντα ὑπὸ τοῦ δήμου κατελείπετο ἔχειν τὴν ἀρχήν, Κλέοννίς τε καὶ Δᾶμις ἐς ἀμφισβήτησιν Ἀριστοδήμῳ προῆλθον, τά τε ἄλλα καὶ τὰ ἐς πόλεμον διαφέρειν νομιζόμενοι· τὸν δὲ Ἄντανδρον οἱ πολέμιοι κατειργάσαντο ἐν τῇ μάχῃ προκινδυνεύοντα Εὐφαοῦς. ἦσαν δὲ καὶ τῶν μάντεων αἱ γνῶμαι κατὰ ταὐτὰ ἀμφοτέρων, Ἐπηβόλου καὶ Ὀφιονέως, μὴ σφᾶς ἀνδρὶ ἐναγεῖ καὶ θυγατρὸς μίασμα ἐπικειμένῳ δοῦναι τὴν Αἰπύτου καὶ τῶν ἀπογόνων τιμήν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme