Book 3
9.11
Ἀθηναῖοι δὲ τὴν διάνοιαν τῶν Λακεδαιμονίων προπεπυσμένοι πέμπουσιν ἐς Σπάρτην, ὅπλα μὲν ἐπὶ σφᾶς ἐπὶ Θήβας δεόμενοι μὴ κινῆσαι, δίκῃ δὲ ὑπὲρ ὧν ἐγκαλοῦσι διακρίνεσθαι· Λακεδαιμόνιοι δὲ πρὸς ὀργὴν ἀποπέμπουσι τὴν πρεσβείαν. τὰ δὲ ἐπὶ τούτοις ἔς τε τὴν Λακεδαιμονίων ἔξοδον καὶ τὰ ἐς τὴν Λυσάνδρου τελευτὴν ἐδήλωσέ μοι τοῦ λόγου τὰ ἐς Παυσανίαν·
9.12
καὶ ὁ κληθεὶς Κορινθιακὸς πόλεμος ἐς πλέον ἀεὶ προῆλθεν ἀπὸ τῆς Λακεδαιμονίων ἀρξάμενος ἐς Βοιωτίαν ἐξόδου. κατὰ ταύτην μὲν δὴ τὴν ἀνάγκην ὀπίσω τὸ στράτευμα ἐκ τῆς Ἀσίας ἀπῆγεν Ἀγησίλαος· ἐπεὶ δὲ ἐξ Ἀβύδου περαιωθεὶς ναυσὶν ἐς Σηστὸν καὶ διεξελθὼν τὴν Θρᾴκην ἀφίκετο ἐς Θεσσαλίαν, ἐνταῦθα οἱ Θεσσαλοὶ χάριτι τῇ ἐς Θηβαίους τοῦ πρόσω τὸν Ἀγησίλαον ἐπειρῶντο εἴργειν· ἦν δέ τι εὐνοίας ἐκ παλαιοῦ καὶ ἐς τὴν πόλιν αὐτοῖς τὴν Ἀθηναίων.
9.13
Ἀγησίλαος δὲ Θεσσαλίαν τε διεξῆλθε τρεψάμενος αὐτῶν τὸ ἱππικὸν καὶ αὖθις διὰ Βοιωτῶν διώδευσε Θηβαίους ἐν Κορωνείᾳ καὶ τὸ ἄλλο νικήσας συμμαχικόν. ὡς δὲ ἐτράποντο οἱ Βοιωτοί, καταφεύγουσιν ἄνδρες ἐξ αὐτῶν ἐς ἱερὸν Ἀθηνᾶς ἐπίκλησιν Ἰτωνίας· Ἀγησίλαος δὲ εἶχε μὲν τραῦμα ἐκ τῆς μάχης, ἐς δὲ τοὺς ἱκέτας παρενόμησεν οὐδʼ οὕτως.