Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 3

7.3 Χάριλλος δὲ ὁ Πολυδέκτου τήν τε γῆν ἐδῄωσεν Ἀργείοις— οὗτος γὰρ καὶ ὁ ἐς τὴν Ἀργολίδα ἐσβαλών—καὶ ἔτεσιν οὐ πολλοῖς ὕστερον ὑπὸ ἡγεμόνι Χαρίλλῳ γίνεται καὶ ἡ Σπαρτιατῶν ἐπὶ Τεγεάτας ἔξοδος, ὅτε οἱ Λακεδαιμόνιοι Τεγεάτας αἱρήσειν ἤλπισαν καὶ ἀποτεμεῖσθαι τῆς Ἀρκαδίας τὸ Τεγεατῶν πεδίον, ὑπούλῳ μαντεύματι ἐπελθόντες.
7.4 μετὰ δὲ Χάριλλον τελευτήσαντα Νίκανδρος ὁ Χαρίλλου διαδέχεται τὴν ἀρχήν· καὶ τὰ Μεσσηνίων ἐς Τήλεκλον τὸν τῆς ἑτέρας βασιλέα οἰκίας ἐν τῷ ἱερῷ τῆς Λιμνάδος συμβάντα ἐπὶ Νικάνδρου γίνεται βασιλεύοντος. ἐσέβαλε δὲ καὶ ἐς τὴν Ἀργολίδα ὁ Νίκανδρος στρατιᾷ καὶ τὰ πολλὰ ἐκάκωσε τῆς χώρας· μετασχόντες δὲ Ἀσιναῖοι Λακεδαιμονίοις τοῦ ἔργου δίκην μετʼ οὐ πολὺ Ἀργείοις ἀπέδοσαν σὺν μεγάλῳ πατρίδος τε ὀλέθρῳ καὶ φυγῇ τῇ σφετέρᾳ.
7.5 Θεόπομπον δὲ τὸν Νικάνδρου βασιλεύσαντα μετὰ Νίκανδρον μέλλει καὶ αὖθις ὁ λόγος μοι προσθήσειν προελθόντι ἐς τὴν Μεσσηνίαν συγγραφήν. Θεοπόμπου δὲ ἔτι ἔχοντος τὴν ἀρχὴν ἐν Σπάρτῃ γίνεται καὶ ὁ περὶ τῆς Θυρεάτιδος καλουμένης χώρας Λακεδαιμονίοις ἀγὼν πρὸς Ἀργείους, Θεόπομπος δὲ αὐτὸς οὐ μετέσχε τοῦ ἔργου γήρᾳ καὶ ὑπὸ λύπης τὸ πλέον· Ἀρχίδαμον γὰρ Θεοπόμπου ζῶντος ἔτι ἐπιλαμβάνει τὸ χρεών.
7.6 οὐ μὴν ἄπαις ἐτελεύτησεν ὁ Ἀρχίδαμος, Ζευξίδαμον δὲ ἀπολιπὼν υἱόν. Ζευξιδάμου δὲ Ἀναξίδαμος ὁ παῖς ἐκδέχεται τὴν ἀρχήν· ἐπὶ τούτου Μεσσήνιοι φεύγουσιν ἐκ Πελοποννήσου, πολέμῳ τὸ δεύτερον κρατηθέντες ὑπὸ Σπαρτιατῶν. Ἀναξιδάμου δὲ υἱὸς ἐγένετο Ἀρχίδαμος, Ἀρχιδάμου δὲ Ἀγησικλῆς· καί σφισιν ὑπῆρξεν ἀμφοτέροις τὸν βίον διατελέσαι πάντα ἐν ἡσυχίᾳ καὶ πολέμων οὖσιν ἐκτός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme