Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 10

20.8 οὗτοι οὖν διαβαίνουσιν ἐν τῇ νυκτὶ διανηχόμενοι ὧδε τὸ λιμνῶδες τοῦ ποταμοῦ· καὶ τὰ ὅπλα, τοὺς ἐπιχωρίους θυρεούς, ἐποιεῖτο ἕκαστος ἀντὶ σχεδίας, οἱ δὲ αὐτῶν μήκιστοι διελθεῖν ἐμβαδὸν τὸ ὕδωρ ἐδυνήθησαν. οἱ δὲ Ἕλληνες οἱ ἐπὶ τῷ Σπερχειῷ —πυνθάνονται γὰρ ὅτι κατὰ τὸ ἕλος διέβη μοῖρα τῶν βαρβάρων—αὐτίκα ἐς τὸ στράτευμα ἀναχωροῦσι, Βρέννος δὲ τοῖς περὶ τὸν Μαλιακὸν κόλπον οἰκοῦσι ζευγνύναι τὸν Σπερχειὸν ἐπέτασσεν· οἱ δὲ ἤνυον τὸ ἔργον σπουδῇ, τῷ τε ἐκείνου δέει καὶ ἀπελθεῖν ἐκ τῆς χώρας σφίσιν ἐπιθυμοῦντες τοὺς βαρβάρους μηδὲ ἐπὶ πλέον κακουργεῖν μένοντας.
20.9 ὁ δὲ ὡς κατὰ τὰς γεφύρας διεβίβασε τὴν στρατιάν, ἐχώρει πρὸς τὴν Ἡράκλειαν· καὶ διήρπασαν μὲν τὰ ἐκ τῆς χώρας οἱ Γαλάται καὶ ἀνθρώπους τοὺς ἐπὶ τῶν ἀγρῶν ἐγκαταληφθέντας ἐφόνευσαν, τὴν πόλιν δὲ οὐχ εἷλον. ἔτει γὰρ πρότερον τούτων οἱ Αἰτωλοὶ συντελεῖν τοὺς Ἡρακλεώτας ἠνάγκασαν ἐς τὸ Αἰτωλικόν· τότε οὖν ἠμύνοντο ὡς περὶ πόλεως οὐδέν τι Ἡρακλεώταις μᾶλλον ἢ καὶ αὑτοῖς προσηκούσης. ἦν δὲ καὶ τῷ Βρέννῳ τὰ μὲν Ἡρακλεωτῶν ἐλάσσονος φροντίδος, ἀγώνισμα δὲ ἐποιεῖτο ἐξελάσαι τε ἐκ τῶν στενῶν τοὺς ἀντικαθημένους καὶ παρελθεῖν ἐς τὴν ἐντὸς Θερμοπυλῶν Ἑλλάδα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme