Book 10
17.10
γένη μὲν τοσαῦτα τὴν Σαρδὼ καὶ ἐσῳκισμένα οὕτω νέμεται, τῆς δὲ νήσου τὰ πρὸς τῆς ἄρκτου καὶ ἠπείρου τῆς κατὰ Ἰταλίαν ἐστὶν ὄρη δύσβατα τὰ πέρατα συνάπτοντα ἀλλήλοις· καὶ ἢν παραπλέῃς, ναυσὶν οὔτε ὅρμους παρέχεται κατὰ τοῦτο ἡ νῆσος πνεύματά τε ἄτακτα καὶ ἰσχυρὰ αἱ ἄκραι τῶν ὀρῶν καταπέμπουσιν ἐς τὴν θάλασσαν.
17.11
ἔστι δὲ καὶ ἄλλα διὰ μέσης αὐτῆς ὄρη χθαμαλώτερα. ὁ δὲ ἀὴρ ὁ ἐνταῦθα θολερός τε ὡς ἐπίπαν ἐστὶ καὶ νοσώδης· αἴτιοι δὲ οἵ τε ἅλες οἱ πηγνύμενοι καὶ ὁ νότος βαρὺς καὶ βίαιος ἐγκείμενος, οἱ ἄνεμοί τε οἱ ἀπὸ τῆς ἄρκτου διὰ τὸ ὑψηλὸν τῶν ὀρῶν τῶν πρὸς τῆς Ἰταλίας κωλύονται πνέοντες θέρους ὥρᾳ τόν τε ἀέρα τὸν ταύτῃ καὶ τὴν γῆν ἀναψύχειν. οἱ δὲ τὴν Κύρνον σταδίους φασὶν οὐ πλέονας ἀπὸ τῆς Σαρδοῦς ἢ ὀκτὼ τῇ θαλάσσῃ διείργεσθαι, ὀρεινήν τε οὖσαν καὶ ἐς ὕψος διὰ πάσης ἀνήκουσαν· τὸν Ζέφυρον οὖν καὶ Βορέαν ὑπὸ τῆς Κύρνου κωλύεσθαι νομίζουσι μὴ καὶ ἄχρι τῆς Σαρδοῦς ἐξικνεῖσθαι.
17.12
ὄφεις δὲ οὔτε ἐπὶ συμφορᾷ τῇ ἀνθρώπων οὔτε ὅσον ἀνώλεθρον αὐτῶν, οὐδὲ οἱ λύκοι τρέφεσθαι πεφύκασιν. οἱ δὲ τράγοι ἄγριοι μέγεθος μὲν τοὺς ἑτέρωθι οὐχ ὑπερβάλλουσιν, εἶδος δέ ἐστιν αὐτοῖς ὁποῖον ἐν πλαστικῇ τις ἂν τῇ Αἰγιναίᾳ ποιήσειεν ἀγρίου κριοῦ· τὰ μέντοι ἀμφὶ τὸ στῆθος δασύτερά ἐστιν αὐτοῖς ἢ ὡς πρὸς Αἰγιναίαν τέχνην εἰκάσαι· κέρατα δὲ οὐ διεστηκότα ἀπὸ τῆς κεφαλῆς, ἀλλὰ ἐς εὐθὺ παρὰ τὰ ὦτα ἔχουσιν ἐληλιγμένα· ὠκύτητι δὲ ἅπαντα τὰ θηρία ὑπερήρκασι.