Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 10

7.5 ἔθεσαν δὲ καὶ ἆθλα τότε ἀθληταῖς πρῶτον, τά τε ἐν Ὀλυμπίᾳ πλὴν τεθρίππου καὶ αὐτοὶ νομοθετήσαντες δολίχου καὶ διαύλου παισὶν εἶναι δρόμον. δευτέρᾳ δὲ πυθιάδι οὐκ ἐπὶ ἄθλοις ἐκάλεσαν ἔτι ἀγωνίζεσθαι, στεφανίτην δὲ τὸν ἀγῶνα ἀπὸ τούτου κατεστήσαντο· καὶ αὐλῳδίαν τότε κατέλυσαν, καταγνόντες οὐκ εἶναι τὸ ἄκουσμα εὔφημον· ἡ γὰρ αὐλῳδία μέλη τε ἦν αὐλῶν τὰ σκυθρωπότατα καὶ ἐλεγεῖα θρῆνοι προσᾳδόμενα τοῖς αὐλοῖς.
7.6 μαρτυρεῖ δέ μοι καὶ τοῦ Ἐχεμβρότου τὸ ἀνάθημα, τρίπους χαλκοῦς ἀνατεθεὶς τῷ Ἡρακλεῖ τῷ ἐν Θήβαις· ἐπίγραμμα δὲ ὁ τρίπους εἶχεν· Ἐχέμβροτος Ἀρκὰς θῆκε τῷ Ἡρακλεῖ νικήσας τόδʼ ἄγαλμʼ Ἀμφικτυόνων ἐν ἀέθλοις, Ἕλλησι δʼ ἀείδων μέλεα καὶ ἐλέγους. κατὰ τοῦτο μὲν τῆς αὐλῳδίας ἐπαύσθη τὸ ἀγώνισμα· προσέθεσαν δὲ καὶ ἵππων δρόμον, ἀνηγορεύθη δὲ ἐπὶ τῷ ἅρματι Κλεισθένης ὁ Σικυῶνος τυραννήσας.
7.7 ὀγδόῃ δὲ πυθιάδι προσενομοθέτησαν κιθαριστὰς τοὺς ἐπὶ τῶν κρουμάτων τῶν ἀφώνων· καὶ Τεγεάτης ἐστεφανοῦτο Ἀγέλαος. τρίτῃ δὲ πυθιάδι ἐπὶ ταῖς εἴκοσι προστιθέασιν ὁπλίτην δρόμον· καὶ ἐπʼ αὐτῷ Τιμαίνετος ἐκ Φλιοῦντος ἀνείλετο τὴν δάφνην, Ὀλυμπιάσιν ὕστερον πέντε ἢ Δαμάρετος Ἡραιεὺς ἐνίκησεν. ὀγδόῃ δὲ ἐπὶ τεσσαράκοντα πυθιάδι καὶ συνωρίδος εἶναι κατεστήσαντο δρόμον· καὶ Ἐξηκεστίδου Φωκέως ἐνίκησεν ἡ συνωρίς. πέμπτῃ δὲ πυθιάδι ἀπὸ ταύτης πώλους ἔζευξαν ὑπὸ ἅρματι· καὶ παρέδραμεν Ὀρφώνδα Θηβαίου τέθριππον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme