Book 10
35.5
ἐπανελθόντα δὲ ἐς τὴν ὁδὸν τὴν ἐς Ὀποῦντα εὐθεῖαν Ὑάμπολις τὸ ἀπὸ τούτου σε ἐκδέξεται. τῶν δὲ ἐνταῦθα ἀνθρώπων καὶ αὐτὸ κατηγορεῖ τὸ ὄνομα οἵτινες ἦσαν ἐξ ἀρχῆς καὶ ὁπόθεν ἐξαναστάντες ἀφίκοντο ἐς ταύτην τὴν χώραν· Ὕαντες γὰρ οἱ ἐκ Θηβῶν Κάδμον καὶ τὸν σὺν ἐκείνῳ φυγόντες στρατὸν ἀφίκοντο ἐνταῦθα. τὰ μὲν δὴ ἀρχαιότερα ὑπὸ τῶν προσχώρων ἐκαλοῦντο Ὑάντων πόλις, χρόνῳ μέντοι ὕστερον Ὑάμπολιν ἐξενίκησεν ὀνομασθῆναι.
35.6
ἅτε δὲ καὶ βασιλέως Ξέρξου καταπρήσαντος τὴν πόλιν καὶ αὖθις Φιλίππου κατασκάψαντος, ὅμως τὰ ὑπολειπόμενα ἦν ἀγορᾶς τε ἀρχαίας κατασκευὴ καὶ βουλευτήριον, οἴκημα οὐ μέγα, καὶ θέατρον οὐ πόρρω τῶν πυλῶν. Ἀδριανὸς δὲ βασιλεὺς στοὰν ᾠκοδομήσατο, καὶ ἐπώνυμος ἡ στοὰ τοῦ ἀναθέντος βασιλέως ἐστί. φρέαρ δέ σφισίν ἐστιν ἕν· ἀπὸ τούτου μόνου καὶ πίνουσι καὶ λούονται, ἀπʼ ἄλλου δὲ ἔχουσιν οὐδενὸς πλήν γε δὴ ὥρᾳ χειμῶνος τὸ ἐκ τοῦ θεοῦ.
35.7
σέβονται δὲ μάλιστα Ἄρτεμιν, καὶ ναὸς Ἀρτέμιδός ἐστιν αὐτοῖς· τὸ δὲ ἄγαλμα ὁποῖόν τί ἐστιν οὐκ ἐδήλωσα· δὶς γὰρ καὶ οὐ πλέον ἑκάστου ἐνιαυτοῦ τὸ ἱερὸν ἀνοιγνύναι νομίζουσιν. ὁπόσα δʼ ἂν τῶν βοσκημάτων ἱερὰ ἐπονομάσωσιν εἶναι τῇ Ἀρτέμιδι, ἄνευ νόσου ταῦτα καὶ πιότερα τῶν ἄλλων ἐκτρέφεσθαι λέγουσιν.