Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 10

33.10 ὡς δὲ ὁ πατὴρ ἦλθε τοῦ παιδός, τὸν δράκοντα ἐπιβουλεῦσαι τῷ παιδὶ ἐλπίζων ἀφίησι τὸ ἀκόντιον, καὶ ἐκεῖνόν τε καὶ ὁμοῦ τῷ δράκοντι τὸν παῖδα ἀπέκτεινε· διδαχθεὶς δὲ ὑπὸ τῶν ποιμαινόντων ὡς εὐεργέτην καὶ φύλακα τοῦ παιδὸς ἀπεκτονὼς εἴη, πυρὰν τῷ δράκοντι καὶ τῷ παιδὶ ἐποίησεν ἐν κοινῷ. τό τε δὴ χωρίον ἐοικέναι καὶ ἐς τόδε καιομένῃ πυρᾷ φασι καὶ ἀπὸ τοῦ δράκοντος ἐκείνου τὴν πόλιν ἐθέλουσιν Ὀφιτείαν ὀνομασθῆναι.
33.11 †ἃ μάλιστα ἄξιον Διονύσῳ δρῶσιν ὄργια, ἔσοδος δὲ ἐς τὸ ἄδυτον οὐδὲ ἐν φανερῷ σφισιν †ἄγαλμα οὐκ ἔστι. λέγεται δὲ ὑπὸ τῶν Ἀμφικλειέων μάντιν τέ σφισι τὸν θεὸν τοῦτον καὶ βοηθὸν νόσων καθεστηκέναι· τὰ μὲν δὴ νοσήματα αὐτοῖς Ἀμφικλειεῦσι καὶ τοῖς προσοικοῦσιν ἰᾶται διʼ ὀνειράτων, πρόμαντις δὲ ὁ ἱερεύς ἐστι, χρῷ δὲ ἐκ τοῦ θεοῦ κάτοχος.
33.12 Ἀμφικλείας δὲ ἀπωτέρω σταδίοις πεντεκαίδεκά ἐστι Τιθρώνιον ἐν πεδίῳ κειμένη· παρέχεται δὲ οὐδὲν ἐς μνήμην. ἐκ Τιθρωνίου δὲ εἴκοσιν ἐς Δρυμαίαν στάδιοι· καθʼ ὅ τι δὲ αὕτη ἡ ὁδὸς καὶ ἡ ἐς Δρυμαίαν ἐξ Ἀμφικλείας ἡ εὐθεῖα περὶ τὸν Κηφισὸν συμμίσγουσιν, ἔστιν Ἀπόλλωνος Τιθρωνεῦσιν ἐνταῦθα ἄλσος τε καὶ βωμοί. πεποίηται δὲ καὶ ναός· ἄγαλμα δὲ οὐκ ἔστιν. ἀπέχει δὲ Ἀμφικλείας ἡ Δρυμαία σταδίους ὀγδοήκοντα ἀποτραπέντι ἐς ἀριστερά κατὰ Ἡροδότου τοὺς λόγους, Ναυβολεῖς δὲ τὰ ἀρχαιότερα· καὶ οἰκιστὴν οἱ ἐνταῦθα γενέσθαι σφίσι Φώκου παῖδά φασι τοῦ Αἰακοῦ. Δήμητρος δὲ Θεσμοφόρου Δρυμαίοις ἱερόν ἐστιν ἀρχαῖον, καὶ ἄγαλμα ὀρθὸν λίθου πεποίηται, καὶ αὐτῇ Θεσμοφόρια ἑορτὴν ἄγουσιν ἐπέτειον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme