Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 10

33.2 κακῶν δὲ ἀπέλαυσαν μὲν ἀνιάτων καὶ ἄλλαι πόλεις διʼ ἀδικίαν ἐπιχωρίων ἀνδρῶν· ἐς τελέαν δὲ ἀπώλειαν ὤλισθον Ἴλιον μὲν διὰ τὴν ἐς Μενέλαον ὕβριν τοῦ Ἀλεξάνδρου, Μιλήσιοι δὲ διὰ τὸ ἐς τὰς ἐπιθυμίας Ἑστιαίου πρόχειρον καὶ ἔρωτα ἄλλοτε μὲν τῆς ἐν Ἠδωνοῖς πόλεως, τοτὲ δὲ εἶναι Δαρείου σύμβουλον, ἄλλοτε δὲ ἐπανήκειν ἐς Ἰωνίαν· καὶ δὴ καὶ Λεδοντίοις Φιλόμηλος ἀσέβειαν τὴν ἑαυτοῦ δημοσίᾳ παρέσχε σφίσιν ἀναμάξασθαι.
33.3 Λίλαια δὲ ἡμέρας μὲν ὁδὸν καὶ ὥρᾳ χειμῶνος ἀπέχει Δελφῶν κατιοῦσι διὰ τοῦ Παρνασσοῦ, στάδια δὲ ἐτεκμαιρόμεθα ὀγδοήκοντα εἶναι τῆς ὁδοῦ καὶ ἑκατόν. τοὺς δὲ ἐνταῦθα ἀνθρώπους, καὶ ἐπειδὴ ἀνῳκίσθη αὐτοῖς ἡ πόλις, ἀτύχημα ἐκ Μακεδονίας δεύτερον σφᾶς ἔμελλεν ἐπιλήψεσθαι. πολιορκηθέντες γὰρ ὑπὸ Φιλίππου τοῦ Δημητρίου παρέστησαν κατὰ συνθήκας, καὶ ἐσήχθη φρουρά σφισιν ἐς τὴν πόλιν, ἕως οὗ ἀνὴρ ἐπιχώριος—ὄνομα δέ οἱ ἦν Πάτρων—τούς τε ἐν ἡλικίᾳ τῶν πολιτῶν συνέστησεν ἐπὶ τὴν φρουρὰν καὶ κρατήσας τοὺς Μακεδόνας μάχῃ ἠνάγκασεν ἀπελθεῖν σφᾶς ὑποσπόνδους· Λιλαιεῖς δὲ αὐτὸν ἀντὶ τῆς εὐεργεσίας ταύτης ἀνέθεσαν ἐς Δελφούς.
33.4 ἔστι δὲ ἐν Λιλαίᾳ θέατρον καὶ ἀγορά τε καὶ λουτρά· ἔστι δὲ καὶ θεῶν ἱερὰ Ἀπόλλωνος, τὸ δὲ Ἀρτέμιδος· ἀγάλματα δὲ ὀρθὰ ἐργασίας τε τῆς Ἀττικῆς καὶ τῆς Πεντελῆσι λιθοτομίας. Λίλαιαν δὲ τῶν καλουμένων Ναΐδων καὶ θυγατέρα εἶναι τοῦ Κηφισοῦ καὶ ἀπὸ τῆς νύμφης τὸ ὄνομα τεθῆναι τῇ πόλει φασί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme