Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 1

6.7 Ἀντίγονος δὲ Ῥόδου τε ἁμαρτὼν καὶ Αἰγύπτου πρότερον, οὐ πολλῷ τούτων ὕστερον ἀντιτάξασθαι Λυσιμάχῳ τολμήσας καὶ Κασσάνδρῳ τε καὶ τῇ Σελεύκου στρατιᾷ, τῆς δυνάμεως ἀπώλεσε τὸ πολὺ καὶ αὐτὸς ἀπέθανε ταλαιπωρήσας μάλιστα τῷ μήκει τοῦ πρὸς Εὐμένη πολέμου. τῶν δὲ βασιλέων τῶν καθελόντων Ἀντίγονον ἀνοσιώτατον κρίνω γενέσθαι Κάσσανδρον, ὃς διʼ Ἀντιγόνου τὴν Μακεδόνων ἀρχὴν ἀνασωσάμενος πολεμήσων ἦλθεν ἐπʼ ἄνδρα εὐεργέτην.
6.8 ἀποθανόντος δὲ Ἀντιγόνου Πτολεμαῖος Σύρους τε αὖθις καὶ Κύπρον εἷλε, κατήγαγε δὲ καὶ Πύρρον ἐς τὴν Θεσπρωτίδα ἤπειρον· Κυρήνης δὲ ἀποστάσης Μάγας Βερενίκης υἱὸς Πτολεμαίῳ τότε συνοικούσης ἔτει πέμπτῳ μετὰ τὴν ἀπόστασιν εἷλε Κυρήνην. —εἰ δὲ ὁ Πτολεμαῖος οὗτος ἀληθεῖ λόγῳ Φιλίππου τοῦ Ἀμύντου παῖς ἦν, ἴστω τὸ ἐπιμανὲς ἐς τὰς γυναῖκας κατὰ τὸν πατέρα κεκτημένος, ὃς Εὐρυδίκῃ τῇ Ἀντιπάτρου συνοικῶν ὄντων οἱ παίδων Βερενίκης ἐς ἔρωτα ἦλθεν, ἣν Ἀντίπατρος Εὐρυδίκῃ συνέπεμψεν ἐς Αἴγυπτον. ταύτης τῆς γυναικὸς ἐρασθεὶς παῖδας ἐξ αὐτῆς ἐποιήσατο, καὶ ὡς ἦν οἱ πλησίον ἡ τελευτή, Πτολεμαῖον ἀπέλιπεν Αἰγύπτου βασιλεύειν, ἀφʼ οὗ καὶ Ἀθηναίοις ἐστὶν ἡ φυλή, γεγονότα ἐκ Βερενίκης ἀλλʼ οὐκ ἐκ τῆς Ἀντιπάτρου θυγατρός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme