Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 1

41.6 φαίνεται δὲ τελευτήσαντος Νίσου καὶ τῶν πραγμάτων Μεγαρεῦσιν ἐφθαρμένων ὑπὸ τοῦτον Ἀλκάθους ἀφικόμενος τὸν καιρὸν ἐξ Ἤλιδος· μαρτύριον δέ μοι· τὸ γὰρ τεῖχος ᾠκοδόμησεν ἐξ ἀρχῆς ἅτε τοῦ περιβόλου τοῦ ἀρχαίου καθαιρεθέντος ὑπὸ τῶν Κρητῶν. Ἀλκάθου μὲν καὶ τοῦ λέοντος, εἴτε ἐν τῷ Κιθαιρῶνι αὐτὸν εἴτε καὶ ἑτέρωθι ἀποκτείνας ναὸν Ἀγροτέρας Ἀρτέμιδος καὶ Ἀπόλλωνος ἐποίησεν Ἀγραίου, ἐς τοσόνδε ἔστω μνήμη· ἐκ τούτου δὲ τοῦ ἱεροῦ κατιοῦσι Πανδίονός ἐστιν ἡρῷον. καὶ ὅτι μὲν ἐτάφη Πανδίων ἐν Αἰθυίας Ἀθηνᾶς καλουμένῳ σκοπέλῳ, δεδήλωκεν ὁ λόγος ἤδη μοι· τιμὰς δὲ καὶ ἐν τῇ πόλει παρὰ Μεγαρέων ἔχει.
41.7 πλησίον δέ ἐστι τοῦ Πανδίονος ἡρῴου μνῆμα Ἱππολύτης· γράψω δὲ καὶ τὰ ἐς αὐτὴν ὁποῖα Μεγαρεῖς λέγουσιν. ὅτε Ἀμαζόνες ἐπʼ Ἀθηναίους στρατεύσασαι διʼ Ἀντιόπην ἐκρατήθησαν ὑπὸ Θησέως, τὰς μὲν πολλὰς συνέβη μαχομένας αὐτῶν ἀποθανεῖν, Ἱππολύτην δὲ ἀδελφὴν οὖσαν Ἀντιόπης καὶ τότε ἡγουμένην τῶν γυναικῶν ἀποφυγεῖν σὺν ὀλίγαις ἐς Μέγαρα, ἅτε δὲ κακῶς οὕτω πράξασαν τῷ στρατῷ τοῖς τε παροῦσιν ἀθύμως ἔχουσαν καὶ περὶ τῆς οἴκαδε ἐς τὴν Θεμίσκυραν σωτηρίας μᾶλλον ἔτι ἀποροῦσαν ὑπὸ λύπης τελευτῆσαι· καὶ θάψαι αὐτὴν ἀποθανοῦσαν, καί οἱ τοῦ μνήματος σχῆμά ἐστιν Ἀμαζονικῇ ἀσπίδι ἐμφερές.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme