Book 1
40.5
ἐν δὲ αὐτῷ τῷ ναῷ τριήρους ἀνάκειται χαλκοῦν ἔμβολον· ταύτην τὴν ναῦν λαβεῖν φασι περὶ Σαλαμῖνα ναυμαχήσαντες πρὸς Ἀθηναίους· ὁμολογοῦσι δὲ καὶ Ἀθηναῖοι χρόνον τινὰ Μεγαρεῦσιν ἀποστῆναι τῆς νήσου, Σόλωνα δὲ ὕστερόν φασιν ἐλεγεῖα ποιήσαντα προτρέψαι σφᾶς, καταστῆναι δὲ ἐπὶ τούτοις ἐς ἀμφισβήτησιν Ἀθηναῖοι, κρατήσαντες δὲ πολέμῳ Σαλαμῖνα αὖθις ἔχειν. Μεγαρεῖς δὲ παρὰ σφῶν λέγουσιν ἄνδρας φυγάδας, οὓς Δορυκλείους ὀνομάζουσιν, ἀφικομένους παρὰ τοὺς ἐν Σαλαμῖνι κληρούχους προδοῦναι Σαλαμῖνα Ἀθηναίοις.
40.6
μετὰ δὲ τοῦ Διὸς τὸ τέμενος ἐς τὴν ἀκρόπολιν ἀνελθοῦσι καλουμένην ἀπὸ Καρὸς τοῦ Φορωνέως καὶ ἐς ἡμᾶς ἔτι Καρίαν, ἔστι μὲν Διονύσου ναὸς Νυκτελίου, πεποίηται δὲ Ἀφροδίτης Ἐπιστροφίας ἱερὸν καὶ Νυκτὸς καλούμενόν ἐστι μαντεῖον καὶ Διὸς Κονίου ναὸς οὐκ ἔχων ὄροφον. τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἄγαλμα Βρύαξις καὶ αὐτὸ καὶ τὴν Ὑγείαν ἐποίησεν. ἐνταῦθα καὶ τῆς Δήμητρος τὸ καλούμενον μέγαρον· ποιῆσαι δὲ αὐτὸ βασιλεύοντα Κᾶρα ἔλεγον.
41.1
ἐκ δὲ τῆς ἀκροπόλεως κατιοῦσιν, ᾗ πρὸς ἄρκτον τέτραπται τὸ χωρίον, μνῆμά ἐστιν Ἀλκμήνης πλησίον τοῦ Ὀλυμπιείου. βαδίζουσαν γὰρ ἐς Θήβας ἐξ Ἄργους τελευτῆσαι καθʼ ὁδὸν λέγουσιν αὐτὴν ἐν τοῖς Μεγάροις, καὶ τοὺς Ἡρακλείδας ἐς ἀμφισβήτησιν ἐλθεῖν, τοὺς μὲν ἐς Ἄργος ἐθέλοντας ὀπίσω κομίσαι τὸν νεκρὸν τῆς Ἀλκμήνης, τοὺς δʼ αὐτῶν ἐς Θήβας· καὶ γὰρ τοῖς Ἡρακλέους παισὶ τοῖς ἐκ Μεγάρας τάφον εἶναι καὶ Ἀμφιτρύωνος ἐν Θήβαις. ὁ δὲ ἐν Δελφοῖς θεὸς ἔχρησε θάψαι Ἀλκμήνην ἐν τοῖς Μεγάροις ἄμεινον εἶναί σφισιν.