Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 9

5.9 τοῦ δὲ Σπερχειοῦ μεμνημένος πολλάκις ὡς ἐπιχωρίου ποταμοῦ, τὰς πηγὰς ἔχοντος ἐκ Τυφρηστοῦ Δρυοπικοῦ ὄρους, τοῦ καλουμένου πρότερον, ἐκδιδόντος δὲ πλησίον Θερμοπυλῶν μεταξὺ αὐτῶν καὶ Λαμίας, δηλοῖ ὅτι καὶ τὰ ἐντὸς πυλῶν ὅσα τοῦ Μαλιακοῦ κόλπου καὶ τὰ ἐκτὸς ὑπʼ ἐκείνῳ ἦν· ἀπέχει δὲ Λαμίας ὁ Σπερχειὸς περὶ τριάκοντα σταδίους ὑπερκειμένης πεδίου τινὸς καθήκοντος ἐπὶ τὸν Μαλιακὸν κόλπον· ὅτι δʼ ὁ Σπερχειὸς ἐπιχώριος, ἔκ τε τοῦ τρέφειν ἐκείνῳ τὴν κόμην φάσκειν καὶ τοῦ τὸν Μενέσθιον, ἕνα τῶν λοχαγῶν αὐτοῦ, Σπερχειοῦ λέγεσθαι παῖδα καὶ τῆς ἀδελφῆς τῆς Ἀχιλλέως. Μυρμιδόνας δʼ εἰκὸς καλεῖσθαι πάντας τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ καὶ τῷ Πατρόκλῳ, οἳ συνηκολούθησαν ἐξ Αἰγίνης φεύγοντι τῷ Πηλεῖ. Ἀχαιοὶ δʼ ἐκαλοῦντο οἱ Φθιῶται πάντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme