Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 9

4.5 τῶν δὲ λοιπῶν πόλεων τῶν μὲν ἄλλων οὐκ ἄξιον μεμνῆσθαι· ὧν δʼ Ὅμηρος μέμνηται Καλλίαρος μὲν οὐκέτι οἰκεῖται, εὐήροτον δὲ νῦν ἐςτι πεδίον· καλοῦσι δʼ οὕτως ἀπὸ τοῦ συμβεβηκότος· καὶ Βῆσσα δʼ οὐκ ἔστι, δρυμώδης τις τόπος· οὐδʼ αἱ Αὐγειαί, τὴν δὲ χώραν ἔχουσι Σκαρφιεῖς· ταύτην μὲν οὖν τὴν Βῆσσαν ἐν τοῖς δυσὶ γραπτέον σίγμα (ἀπὸ γὰρ τοῦ δρυμώδους ὠνόμασται ὁμωνύμως, ὥσπερ καὶ Νάπη ἐν τῷ Μηθύμνης πεδίῳ, ἣν Ἑλλάνικος ἀγνοῶν Λάπην ὀνομάζει), τὸν δʼ ἐν τῇ Ἀττικῇ δῆμον, ἀφʼ οὗ Βησαιεῖς οἱ δημόται λέγονται, ἐν τῷ ἑνὶ σίγμα.
4.6 ἡ δὲ Τάρφη κεῖται ἐφʼ ὕψους, διέχουσα Θρονίου σταδίους εἴκοσι, χώραν δʼ εὔκαρπόν τε καὶ εὔδενδρον ἔχει· ἤδη γὰρ καὶ αὕτη ἀπὸ τοῦ δάσους ὠνόμασται. καλεῖται δὲ νῦν Φαρύγαι· ἵδρυται δʼ αὐτόθι Ἥρας Φαρυγαίας ἱερὸν ἀπὸ τῆς ἐν Φαρύγαις τῆς Ἀργείας· καὶ δὴ καὶ ἄποικοί φασιν εἶναι Ἀργείων.
4.7 τῶν γε μὴν ἑσπερίων Λοκρῶν Ὅμηρος οὐ μέμνηται, ἢ οὐ ῥητῶς γε, ἀλλὰ μόνον τῷ δοκεῖν ἀντιδιαστέλλεσθαι τούτοις ἐκείνους περὶ ὧν εἰρήκαμεν Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης, ὡς καὶ ἑτέρων ὄντων. ἀλλʼ οὐδʼ ὑπὸ τῶν ἄλλων τεθρύληνται πολλῶν· πόλεις δʼ ἔσχον Ἄμφισσάν τε καὶ Ναύπακτον, ὧν ἡ Ναύπακτος συμμένει τοῦ Ἀντιρρίου πλησίον, ὠνόμασται δʼ ἀπὸ τῆς ναυπηγίας τῆς ἐκεῖ γενομένης, εἴτε τῶν Ἡρακλειδῶν ἐκεῖ ναυπηγησαμένων τὸν στόλον, εἴθʼ (ὥς φησιν Ἔφορος) Λοκρῶν ἔτι πρότερον παρασκευασάντων· ἔστι δὲ νῦν Αἰτωλῶν Φιλίππου προσκρίναντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme