Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 9

2.33 Ὀγχηστὸς δʼ ἐστίν, ὅπου τὸ Ἀμφικτυονικὸν συνήγετο ἐν τῇ Ἁλιαρτίᾳ πρὸς τῇ Κωπαΐδι λίμνῃ καὶ τῷ Τηνερικῷ πεδίῳ, ἐν ὕψει κείμενος ψιλός, ἔχων Ποσειδῶνος ἱερὸν καὶ αὐτὸ ψιλόν. οἱ δὲ ποιηταὶ κοσμοῦσιν, ἄλση καλοῦντες τὰ ἱερὰ πάντα κἂν ᾖ ψιλά· τοιοῦτόν ἐστι καὶ τὸ τοῦ Πινδάρου περὶ τοῦ Ἀπόλλωνος λεγόμενον δινηθεὶς ἐπῄει γᾶν τε καὶ θάλασσαν, καὶ σκοπιαῖσιν μεγάλαις ὀρέων ὕπερ ἔστα, καὶ μύλους δινάσατο βαλλόμενος κρηπῖδας ἀλσέων.Pind. Fr. 101 (Bergk) οὐκ εὖ δʼ ὁ Ἀλκαῖος, ὥσπερ τὸ τοῦ ποταμοῦ ὄνομα παρέτρεψε τοῦ Κουαρίου, οὕτω καὶ τοῦ Ὀγχηστοῦ κατέψευσται πρὸς ταῖς ἐσχατιαῖς τοῦ Ἑλικῶνος αὐτὸν τιθείς· ὁ δʼ ἐστὶν ἄπωθεν ἱκανῶς τούτου τοῦ ὄρους.
2.34 τὸ δὲ Τηνερικὸν πεδίον ἀπὸ Τηνέρου προσηγόρευται μυθεύεται δʼ Ἀπόλλωνος υἱὸς ἐκ Μελίας, προφήτης τοῦ μαντείου κατὰ τὸ Πτῷον ὄρος, ὅ φησιν εἶναι τρικόρυφον ὁ αὐτὸς ποιητής καί ποτε τὸν τρικάρανον Πτωίου κευθμῶνα κατέσχεθε·Pind. Fr. 102 (Bergk) καὶ τὸν Τήνερον καλεῖ ναοπόλον μάντιν δαπέδοισιν ὁμοκλέα. ὑπέρκειται δὲ τὸ Πτῷον τοῦ Τηνερικοῦ πεδίου καὶ τῆς Κωπαΐδος λίμνης πρὸς Ἀκραιφίῳ· Θηβαίων δʼ ἦν τό τε μαντεῖον καὶ τὸ ὄρος· τὸ δʼ Ἀκραίφιον καὶ αὐτὸ κεῖται ἐν ὕψει. φασὶ δὲ τοῦτο καλεῖσθαι Ἄρνην ὑπὸ τοῦ ποιητοῦ, ὁμώνυμον τῇ Θετταλικῇ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme