Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 8

8.2 Μαντίνειαν μὲν οὖν ἐποίησεν ἔνδοξον Ἐπαμεινώνδας, τῇ δευτέρᾳ νικήσας μάχῃ Λακεδαιμονίους ἐν ᾗ καὶ αὐτὸς ἐτελεύτα. καὶ αὕτη δὲ καὶ Ὀρχομενὸς καὶ Ἡραία καὶ Κλείτωρ καὶ Φενεὸς καὶ Στύμφαλος καὶ Μαίναλος καὶ Μεθύδριον καὶ Καφυεῖς καὶ Κύναιθα ἢ οὐκέτʼ εἰσὶν ἢ μόλις αὐτῶν ἴχνη φαίνεται καὶ σημεῖα. Τεγέα δʼ ἔτι μετρίως συμμένει καὶ τὸ ἱερὸν τῆς Ἀλέας Ἀθηνᾶς· τιμᾶται δʼ ἐπὶ μικρὸν καὶ τὸ τοῦ Λυκαίου Διὸς ἱερὸν κατὰ τὸ Λύκαιον μέγιστον ὄρος. τῶν δʼ ὑπὸ τοῦ ποιητοῦ λεγομένων Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν ἘνίσπηνHom. Il. 2.606εὑρεῖν τε χαλεπὸν καὶ εὑροῦσιν οὐδὲν ὄφελος διὰ τὴν ἐρημίαν.
8.3 ὄρη δʼ ἐπιφανῆ πρὸς τῇ Κυλλήνῃ Φολόη τε καὶ Λύκαιον καὶ Μαίναλος καὶ τὸ Παρθένιον καλούμενον καθῆκον ἐπὶ τὴν Ἀργείαν ἀπὸ τῆς Τεγεάτιδος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme