Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 8

6.6 περὶ δὲ τῆς Ἑλλάδος καὶ Ἑλλήνων καὶ Πανελλήνων ἀντιλέγεται. Θουκυδίδης μὲν γὰρ τὸν ποιητὴν μηδαμοῦ βαρβάρους εἰπεῖν φησι διὰ τὸ μηδὲ Ἕλληνάς πω τὸ ἀντίπαλον εἰς ἓν ὄνομα ἀποκεκρίσθαι. καὶ Ἀπολλόδωρος δὲ μόνους τοὺς ἐν Θετταλίᾳ καλεῖσθαί φησιν Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες. Ἡσίοδον μέντοι καὶ Ἀρχίλοχον ἤδη εἰδέναι καὶ Ἕλληνας λεγομένους τοὺς σύμπαντας καὶ Πανέλληνας, τὸν μὲν περὶ τῶν Προιτίδων λέγοντα ὡς Πανέλληνες ἐμνήστευον αὐτάς, τὸν δὲ ὡς Πανελλήνων ὀιζὺς ἐς Θάσον συνέδραμεν.Archilochus Fr. 52 (Edmonds) ἄλλοι δʼ ἀντιτιθέασιν ὅτι καὶ βαρβάρους εἴρηκεν, εἰπών γε βαρβαροφώνους τοὺς Κᾶρας, καὶ Ἕλληνας τοὺς πάντας ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·Hom. Od. 1.344καὶ πάλιν εἰ δʼ ἐθέλῃς τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος.Hom. Od. 15.80

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme