Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 8

6.1 μετὰ δὲ Μαλέας ὁ Ἀργολικὸς ἐκδέχεται κόλπος καὶ ὁ Ἑρμιονικός, ὁ μὲν μέχρι τοῦ Σκυλλαίου πλέοντι ὡς πρὸς ἕω βλέπων καὶ πρὸς τὰς Κυκλάδας, ὁ δὲ ἑωθινώτερος τούτου μέχρι πρὸς Αἴγιναν καὶ τὴν Ἐπιδαυρίαν. τὰ μὲν δὴ πρῶτα τοῦ Ἀργολικοῦ Λάκωνες ἔχουσι, τὰ δὲ λοιπὰ Ἀργεῖοι· ἐν οἷς ἐστι τῶν μὲν Λακώνων τὸ Δήλιον ἱερὸν Ἀπόλλωνος ὁμώνυμον τῷ Βοιωτιακῷ, καὶ Μινώα φρούριον ὁμώνυμος καὶ αὕτη τῇ Μεγαρικῇ, καὶ ἡ λιμηρὰ Ἐπίδαυρος, ὡς Ἀρτεμίδωρός φησιν. Ἀπολλόδωρος δὲ Κυθήρων πλησίον ἱστορεῖ ταύτην, εὐλίμενον δὲ οὖσαν βραχέως καὶ ἐπιτετμημένως λιμηρὰν εἰρῆσθαι ὡς ἂν λιμενηράν, μεταβεβληκέναι δὲ τοὔνομα. ἔστι δὲ τραχὺς ὁ παράπλους εὐθὺς ἀπὸ Μαλεῶν ἀρξάμενος μέχρι πολλοῦ ὁ Λακωνικός, ἔχει δʼ ὅμως ὑφόρμους καὶ λιμένας. ἡ λοιπὴ δʼ ἐστὶ παραλία εὐλίμενος, νησίδιά τε πολλὰ πρόκειται αὐτῆς οὐκ ἄξια μνήμης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme