Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 8

3.21 ἀπὸ δὲ τοῦ Πύλου τούτου καὶ τοῦ Λεπρείου τετρακοσίων που σταδίων ἐστὶ διάστημα ἐπὶ τὴν Μεσσηνιακὴν Πύλον καὶ τὸ Κορυφάσιον ἐπὶ θαλάττῃ κείμενα φρούρια, καὶ τὴν παρακειμένην Σφαγίαν νῆσον, ἀπὸ δὲ Ἀλφειοῦ ἑπτακοσίων πεντήκοντα, ἀπὸ δὲ τοῦ Χελωνάτα χιλίων τριάκοντα. ἐν δὲ τῷ μεταξὺ τό τε τοῦ Μακιστίου Ἡρακλέους ἱερόν ἐστι καὶ ὁ Ἀκίδων ποταμός. ῥεῖ δὲ παρὰ τάφον Ἰαρδάνου καὶ Χάαν πόλιν ποτὲ ὑπάρξασαν πλησίον Λεπρείου, ὅπου καὶ τὸ πεδίον τὸ Αἰπάσιον. περὶ ταύτης δὲ τῆς Χάας γενέσθαι φασὶν ἔνιοι τὸν πόλεμον τοῖς Ἀρκάσι πρὸς τοὺς Πυλίους, ὃν ἔφρασεν Ὅμηρος, καὶ δεῖν οἴονται γράφειν ἡβῷμʼ, ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Ἀκίδοντι μάχοντο ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες Χάας πὰρ τείχεσσιν,Hom. Il. 7.133οὐ Κελάδοντι, οὐδὲ Φειᾶς· τῷ γὰρ τάφῳ τοῦ Ἰαρδάνου τοῦτον πλησιάζειν καὶ τοῖς Ἀρκάσι τὸν τόπον μᾶλλον ἢ ἐκεῖνον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme