Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 8

3.20 μεταξὺ δὲ τοῦ Ἀνίγρου καὶ τοῦ ὄρους, ἐξ οὗ ῥεῖ, ὁ τοῦ Ἰαρδάνου λειμὼν δείκνυται καὶ τάφος· καὶ Ἀχαιαὶ εἰσὶ δὲ πέτραι ἀπότομοι τοῦ αὐτοῦ ὄρους, ὑπὲρ ὧν ἡ Σάμος, ὡς ἔφαμεν, γέγονε πόλις· οὐ πάνυ δὲ ὑπὸ τῶν τοὺς περίπλους γραψάντων ἡ Σάμος μνημονεύεται, τάχα μέν γε διὰ τὸ πάλαι κατεσπάσθαι, τάχα δὲ καὶ διὰ τὴν θέσιν. τὸ μὲν γὰρ ποσείδιον ἔστιν ἄλσος, ὡς εἴρηται, πρὸς τῇ θαλάττῃ· ὑπέρκειται δʼ αὐτοῦ λόφος ὑψηλὸς ἐπίπροσθεν ὢν τοῦ νῦν Σαμικοῦ ἐφʼ οὗ ἦν ἡ Σάμος, ὥστʼ ἐκ θαλάττης μὴ ὁρᾶσθαι. καὶ πεδίον δʼ αὐτόθι καλεῖται Σαμικόν· ἐξ οὗ πλέον ἄν τις τεκμαίροιτο ὑπάρξαι ποτὲ πόλιν τὴν Σάμον. καὶ ἡ Ῥαδίνη δὲante ἣν· εἰς ἣν Στησίχορος ποιῆσαι δοκεῖ (ἧς ἀρχή ἄγε Μοῦσα λίγειʼ, ἄρξον ἀοιδᾶς, Ἐρατώ, νόμους Σαμίων περὶ παίδων ἐρατᾷ φθεγγομένα λύρᾳStesichorus Fr. 44 (Bergk) ἐντεῦθεν λέγει τοὺς παῖδας. ἐκδοθεῖσαν γὰρ τὴν Ῥαδίνην εἰς Κόρινθον τυράννῳ φησὶν ἐκ τῆς Σάμου πλεῦσαι πνέοντος ζεφύρου, οὐ δήπουθεν τῆς Ἰωνικῆς Σάμου· τῷ δʼ αὐτῷ ἀνέμῳ καὶ ἀρχιθέωρον εἰς Δελφοὺς τὸν ἀδελφὸν αὐτῆς ἐλθεῖν καὶ τὸν ἀνεψιὸν ἐρῶντα αὐτῆς ἅρματι εἰς Κόρινθον ἐξορμῆσαι παρʼ αὐτήν· ὅ τε τύραννος κτείνας ἀμφοτέρους ἅρματι ἀποπέμπει τὰ σώματα, μεταγνοὺς δʼ ἀνακαλεῖ καὶ θάπτει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme