Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 7

fragments.56 ἔστι δʼ ἐν τῷ περίπλῳ τούτῳ τῷ μετὰ Ἐλαιοῦντα ἡ εἰσβολὴ πρῶτον ἡ εἰς τὴν Προποντίδα διὰ τῶν στενῶν, ἥν φασιν ἀρχὴν εἶναι τοῦ Ἑλλησπόντου· ἐνταῦθα δʼ ἐστὶ τὸ Κυνὸς σῆμα ἄκρα, οἱ δʼ Ἑκάβης φασί· καὶ γὰρ δείκνυται κάμψαντι τὴν ἄκραν τάφος αὐτῆς. εἶτα Μάδυτος καὶ Σηστιὰς ἄκρα, καθʼ ἣν τὸ Ξέρξου ζεῦγμα, καὶ μετὰ ταῦτα Σηστός. ἀπὸ δὲ Ἐλαιοῦντος ἐπὶ τὸ ζεῦγμα ἑκατὸν ἑβδομήκοντα· μετὰ δὲ Σηστὸν ἐπὶ Αἰγὸς ποταμοὺς διακόσιοι ὀγδοήκοντα, πολίχνην κατεσκαμμένην, ὅπου φασὶ τὸν λίθον πεσεῖν κατὰ τὰ Περσικά· εἶτα Καλλίπολις, ἀφʼ ἧς εἰς Λάμψακον δίαρμα εἰς τὴν Ἀσίαν τετταράκοντα· εἶτα πολίχνιον κατεσκαμμένον Κριθωτή· εἶτα Πακτύη· εἶτα τὸ Μακρὸν τεῖχος καὶ Λευκὴ ἀκτὴ καὶ τὸ Ἱερὸν ὄρος καὶ Πέρινθος, Σαμίων κτίσμα· εἶτα Σηλυβρία. ὑπέρκειται δʼ αὐτῶν Σίλτα, καὶ τὸ Ἱερὸν ὄρος τιμᾶται ὑπὸ τῶν ἐγχωρίων καὶ ἔστιν οἷον ἀκρόπολις τῆς χώρας. ἄσφαλτον δʼ ἐξίησιν εἰς τὴν θάλασσαν, καθʼ ὃν τόπον ἡ Προκόννησος ἐγγυτάτω τῆς γῆς ἐστι ἀπὸ ἑκατὸν εἴκοσι σταδίων, τὸ μέταλλον ἔχουσα τῆς λευκῆς μαρμάρου πολύ τε καὶ σπουδαῖον. μετὰ δὲ Σηλυβρίαν Ἀθύρας ἐστὶ ποταμὸς καὶ Βαθυνίας· εἶτα Βυζάντιον καὶ τὰ ἐφεξῆς μέχρι Κυανέων πετρῶν. E.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme