Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 7

fragments.53 ὅτι ἡ ἐν Θρᾴκῃ Χερρόνησος τρεῖς ποιεῖ θαλάσσας· Προποντίδα ἐκ βορρᾶ, Ἑλλήσποντον ἐξ ἀνατολῶν καὶ τὸν Μέλανα κόλπον ἐκ νότου, ὅπου καὶ ὁ Μέλας ποταμὸς ἐκβάλλει, ὁμώνυμος τῷ κόλπῳ. Epit.
fragments.54 ὅτι ἐν τῷ ἰσθμῷ τῆς Χερρονήσου τρεῖς πόλεις κεῖνται· πρὸς μὲν τῷ Μέλανι κόλπῳ Καρδία, πρὸς δὲ τῇ Προποντίδι Πακτύη, πρὸς δὲ τῇ μεσογαίᾳ Λυσιμάχεια· μῆκος τοῦ ἰσθμοῦ στάδια τετταράκοντα. Epit.
fragments.55 ὅτι ἡ πόλις ὁ Ἐλεοῦς ἀρσενικῶς λέγεται· τάχα δὲ καὶ ὁ Τραπεζοῦς. Epit.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme