Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 7

7.11 ἡ Δωδώνη τοίνυν τὸ μὲν παλαιὸν ὑπὸ Θεσπρωτοῖς ἦν καὶ τὸ ὄρος ὁ Τόμαρος ἢ Τμάρος (ἀμφοτέρως γὰρ λέγεται), ὑφʼ ᾧ κεῖται τὸ ἱερόν· καὶ οἱ τραγικοὶ δὲ καὶ Πίνδαρος Θεσπρωτίδα εἰρήκασι τὴν Δωδώνην· ὕστερον δὲ ὑπὸ Μολοττοῖς ἐγένετο. ἀπὸ δὲ τοῦ Τομάρου τοὺς ὑπὸ τοῦ ποιητοῦ λεγομένους ὑποφήτας τοῦ Διός, οὓς καὶ ἀνιπτόποδας χαμαιεύνας καλεῖ, τομούρους φασὶ λεχθῆναι· καὶ ἐν μὲν τῇ Ὀδυσσείᾳ οὕτω γράφουσί τινες ἅ φησιν Ἀμφίνομος, συμβουλεύων τοῖς μνηστῆρσι μὴ πρότερον ἐπιτίθεσθαι τῷ Τηλεμάχῳ πρὶν ἂν τὸν Δία ἔρωνται εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο τομοῦροι, αὐτός τε κτανέω, τούς τʼ ἄλλους πάντας ἀνώξω· εἰ δέ κʼ ἀποτρεπέῃσι θεός, παύεσθαι ἄνωγα.Hom. Od. 16.403ff. βέλτιον γὰρ εἶναι τομούρους ἢ θέμιστας γράφειν· οὐδαμοῦ γοῦν τὰ μαντεῖα θέμιστας λέγεσθαι παρὰ τῷ ποιητῇ, ἀλλὰ τὰς βουλὰς καὶ τὰ πολιτεύματα καὶ νομοθετήματα· τομούρους δʼ εἰρῆσθαι ἐπιτετμημένωςpost ἐπιτετμημένως· τμάρους οἷον τομαροφύλακας. οἱ μὲν οὖν νεώτεροι λέγουσιν τομούρους· παρʼ Ὁμήρῳ δʼ ἁπλούστερον δεῖ δέχεσθαι θέμιστας καταχρηστικῶς καὶ βουλάς, τὰ προστάγματα καὶ τὰ βουλήματα τὰ μαντικά, καθάπερ καὶ τὰ νόμιμα· τοιοῦτον γὰρ καὶ τό ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακοῦσαι.Hom. Od. 14.328

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme