Book 2
5.15
Ἐντεῦθεν δὲ πρὸς μὲν τὰ νότια μέρη πλέουσιν ἡ Λιβύη κεῖται· ταύτης δὲ τὰ δυσμικώτατα μικρῷ τῶν Γαδείρων πρόκειται μᾶλλον, εἶτʼ ἄκραν ποιήσαντα στενὴν ἀναχωρεῖ πρὸς ἕω καὶ νότον, καὶ πλατύνεται κατʼ ὀλίγον ἕως ἂν τοῖς ἑσπερίοις Αἰθίοψι συνάψῃ. οὗτοι δʼ ὑπόκεινται τῶν περὶ Καρχηδόνα τόπων ὕστατοι, συνάπτοντες τῇ διὰ τῆς Κινναμωμοφόρου γραμμῇ. εἰς δὲ τἀναντία πλέουσιν ἀπὸ τοῦ ἱεροῦ ἀκρωτηρίου μέχρι τῶν Ἀρτάβρων καλουμένων ὁ πλοῦς ἐστι πρὸς ἄρκτον ἐν δεξιᾷ ἔχουσι τὴν Λυσιτανίαν· εἶθʼ ὁ λοιπὸς πρὸς ἕω πᾶς ἀμβλεῖαν γωνίαν ποιῶν μέχρι τῶν τῆς Πυρήνης ἄκρων τῶν τελευτώντων εἰς τὸν ὠκεανόν. τούτοις δὲ τὰ ἑσπέρια τῆς Βρεττανικῆς ἀντίκειται πρὸς ἄρκτον, ὁμοίως δὲ καὶ τοῖς Ἀρτάβροις ἀντίκεινται πρὸς ἄρκτον αἱ Καττιτερίδες καλούμεναι νῆσοι πελάγιαι κατὰ τὸ Βρεττανικόν πως κλίμα ἱδρυμέναι· ὥστε δῆλον ἐφʼ ὅσον συνάγεται τὰ ἄκρα τῆς οἰκουμένης κατὰ μῆκος ὑπὸ τοῦ περικεχυμένου πελάγους εἰς στενόν.