Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 2

1.15 εἰ δὲ καὶ ψυχρὰ μέρη τῶν τόπων τούτων ἐστίν, ὅσα ὑψηλὰ καὶ ὀρεινά, οὐδὲν δεῖ θαυμάζειν· καὶ γὰρ ἐν τοῖς μεσημβρινοῖς κλίμασι τὰ ὄρη ψυχρά ἐστι, καὶ καθόλου τὰ μετέωρα ἐδάφη, κἂν πεδία ᾖ. τῆς γοῦν Καππαδοκίας τὰ πρὸς τῷ Εὐξείνῳ πολὺ βορειότερά ἐστι τῶν πρὸς τῷ Ταύρῳ· ἀλλʼ ἡ μὲν Βαγαδανία, πεδίον ἐξαίσιον μεταξὺ πῖπτον τοῦ τε Ἀργαίου ὄρους καὶ τοῦ Ταύρου, σπάνιον εἴ πού τι τῶν καρπίμων δένδρων φύοι, καίπερ νοτιώτερον τῆς Ποντικῆς θαλάττης σταδίοις τρισχιλίοις, τὰ δὲ τῆς Σινώπης προάστεια καὶ τῆς Ἀμισοῦ καὶ τῆς Φαναροίας τὸ πλέον ἐλαιόφυτά ἐστι. καὶ τὸν Ὦξον δὲ τὸν ὁρίζοντα τὴν Βακτριανὴν ἀπὸ τῆς Σογδιανῆς οὕτω φασὶν εὔπλουν εἶναι ὥστε τὸν Ἰνδικὸν φόρτον ὑπερκομισθέντα εἰς αὐτὸν ῥᾳδίως εἰς τὴν Ὑρκανίαν κατάγεσθαι καὶ τοὺς ἐφεξῆς τόπους μέχρι τοῦ Πόντου διὰ τῶν ποταμῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme