Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 17

1.52 πολλὰ δʼ Ἡρόδοτός τε καὶ ἄλλοι φλυαροῦσιν, ὥσπερ μέλος ἢ ῥυθμὸν ἢ ἥδυσμά τι τῷ λόγῳ τὴν τερατείαν προσφέροντες· οἷον καὶ τὸ φάσκειν περὶ τὰς νήσους τὰς πρὸς τῇ Συήνῃ καὶ τῇ Ἐλεφαντίνῃ (πλείους δʼ εἰσὶ) τὰς πηγὰς τοῦ Νείλου εἶναι, καὶ βάθος ἄβυσσον ἔχειν τὸν πόρον κατὰ τοῦτον τὸν τόπον. νήσους δʼ ὁ Νεῖλος κατεσπαρμένας ἔχει παμπόλλας, τὰς μὲν καλυπτομένας ὅλας ἐν ταῖς ἀναβάσεσι, τὰς δʼ ἐκ μέρους, ἐποχετεύεται δὲ τοῖς κοχλίαις τὰ λίαν ἔξαλα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme