Book 15
3.23
συνέβη δὲ τοῖς Πέρσαις ἐνδοξοτάτοις γενέσθαι τῶν βαρβάρων παρὰ τοῖς Ἕλλησιν, ὅτι τῶν μὲν ἄλλων οὐδένες τῶν τῆς Ἀσίας ἀρξάντων Ἑλλήνων ἦρξαν, οὐδʼ ᾔδεισαν οὔτʼ ἐκεῖνοι τούτους οὔθʼ οἱ Ἕλληνες τοὺς βαρβάρους ἀλλʼ ἐπὶ μικρὸν μόνον ἐκ τῆς πόρρωθεν ἀκοῆς. Ὅμηρος γοῦν οὔτε τὴν τῶν Σύρων οὔτε τὴν τῶν Μήδων ἀρχὴν οἶδεν· οὐδὲ γὰρ ἂν Θήβας Αἰγυπτίας ὀνομάζων καὶ τὸν ἐκεῖ καὶ τὸν ἐν Φοινίκῃ πλοῦτον, τὸν ἐν Βαβυλῶνι καὶ Νίνῳ καὶ Ἐκβατάνοις παρεσιώπησε. πρῶτοι δὲ Πέρσαικαὶ ante Ἑλλήνων Ἑλλήνων ἐπῆρξαν, Λυδοὶ δὲ ἐπῆρξαν μέν, ἀλλʼ οὔτε τῆς Ἀσίας ὅλης ἀλλὰ μέρους τινὸς μικροῦ τοῦ ἐντὸς Ἅλυος μόνον, καὶ ταῦτʼ ἐπʼ ὀλίγον χρόνον τὸν κατὰ Κροῖσον καὶ Ἀλυάττην. κρατηθέντες δʼ ὑπὸ Περσῶν, εἰ καί τι τῆς δόξης ἦν αὐτοῖς, ἀφῃρέθησαν τοῦθʼ ὑπʼ ἐκείνων. Πέρσαι δʼ ἀφʼ οὗ κατέλυσαν τὰ Μήδων εὐθὺς καὶ Λυδῶν ἐκράτησαν καὶ τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας ὑπηκόους ἔσχον· ὕστερον δὲ καὶ διέβησαν εἰς τὴν Ἑλλάδα, καὶ ἡττηθέντες πολλοῖς καὶ * πολλάκις ἀγῶσιν ὅμως διετέλεσαν τὴν Ἀσίαν μέχρι τῶν ἐπὶ θαλάττῃ τόπων κατέχοντες ἕως ὑπὸ Μακεδόνων κατεπολεμήθησαν.