Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 15

2.5 καὶ δὴ καί φησιν ὁ Νέαρχος, ἤδη τοῦ βασιλέως τελοῦντος τὴν ὁδόν, αὐτὸς μετοπώρου κατὰ πλειάδος ἐπιτολὴν ἑσπερίαν ἄρξασθαι τοῦ πλοῦ, μήπω μὲν τῶν πνευμάτων οἰκείων ὄντων, τῶν δὲ βαρβάρων ἐπιχειρούντων αὐτοῖς καὶ ἐξελαυνόντων· καταθαρρῆσαι γὰρ ἀπελθόντος τοῦ βασιλέως καὶ ἐλευθεριάσαι. κρατερὸς δʼ ἀπὸ τοῦ Ὑδάσπου ἀρξάμενος διʼ Ἀραχωτῶν ᾔει καὶ Δραγγῶν εἰς Καρμανίαν. πολλὰ δʼ ἐταλαιπώρει ὁ Ἀλέξανδρος καθʼ ὅλην τὴν ὁδὸν διὰ λυπρᾶς ἰών· πόρρωθεν δʼ ὁμοίως ἐπεχορηγεῖτο μικρὰ καὶ σπάνια ὥστε λιμώττειν τὸ στράτευμα· καὶ τὰ ὑποζύγια ἐπέλιπε, καὶ τὰ σκεύη κατελείπετο ἐν ταῖς ὁδοῖς καὶ τοῖς στρατοπέδοις· ἀπὸ δὲ τῶν φοινίκων ἦν ἡ σωτηρία τοῦ τε καρποῦ καὶ τοῦ ἐγκεφάλου. φασὶ δὲ φιλονεικῆσαι τὸν Ἀλέξανδρον καίπερ εἰδότα τὰς ἀπορίας πρὸς τὴν κατέχουσαν δόξαν, ὡς Σεμίραμις μὲν ἐξ Ἰνδῶν φεύγουσα σωθείη μετὰ ἀνδρῶν ὡς εἴκοσι, Κῦρος δὲ ἑπτά, εἰ δύναιτο αὐτὸς τοσοῦτο στράτευμα διασῶσαι διὰ τῆς αὐτῆς χώρας, νικῶν καὶ ταῦτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme