Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 15

1.67 τὴν δὲ φιλοτεχνίαν τῶν Ἰνδῶν ἐμφανίζων σπόγγους φησὶν ἰδόντας παρὰ τοῖς Μακεδόσι μιμήσασθαι, τρίχας καὶ σχοινία λεπτὰ καὶ ἁρπεδόνας διαρράψαντας εἰς ἔρια, καὶ μετὰ τὸ πιλῆσαι τὰ μὲν ἐξελκύσαντας τὰ δὲ βάψαντας χροιαῖς· στλεγγιδοποιούς τε καὶ ληκυθοποιοὺς ταχὺ γενέσθαι πολλούς· ἐπιστολὰς δὲ γράφειν ἐν σινδόσι λίαν κεκροτημέναις, τῶν ἄλλων γράμμασιν αὐτοὺς μὴ χρῆσθαι φαμένων· χαλκῷ δὲ χρῆσθαι χυτῷ, τῷ δʼ ἐλατῷ μή· τὴν δʼ αἰτίαν οὐκ εἶπε, καίτοι τὴν ἀτοπίαν εἰπὼν τὴν παρακολουθοῦσαν, ὅτι θραύεται κεράμου δίκην τὰ σκεύη πεσόντα. τῶν δὲ περὶ τῆς Ἰνδικῆς λεγομένων καὶ τοῦτʼ ἐστίν, ὅτι ἀντὶ τοῦ προσκυνεῖν προσεύχεσθαι τοῖς βασιλεῦσι καὶ πᾶσι τοῖς ἐν ἐξουσίᾳ καὶ ὑπεροχῇ νόμος. φέρει δὲ καὶ λιθείαν ἡ χώρα πολυτελῆ κρυστάλλων καὶ ἀνθράκων παντοίων, καθάπερ τῶν μαργαριτῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme