Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 15

1.66 νέαρχος δὲ περὶ τῶν σοφιστῶν οὕτω λέγει· τοὺς μὲν Βραχμᾶνας πολιτεύεσθαι καὶ παρακολουθεῖν τοῖς βασιλεῦσι συμβούλους, τοὺς δʼ ἄλλους σκοπεῖν τὰ περὶ τὴν φύσιν, τούτων δʼ εἶναι καὶ Κάλανον· συμφιλοσοφεῖν δʼ αὐτοῖς καὶ γυναῖκας, τὰς δὲ διαίτας ἁπάντων σκληράς. περὶ δὲ τῶν κατὰ τοὺς ἄλλους νομίμων τοιαῦτα ἀποφαίνεται· τοὺς μὲν νόμους ἀγράφους εἶναι, τοὺς μὲν κοινοὺς τοὺς δʼ ἰδίους, ἀήθειαν ἔχοντας πρὸς τοὺς τῶν ἄλλων, οἷον τὸ τὰς παρθένους ἆθλον παρά τισι προκεῖσθαι τῷ πυγμὴν νικήσαντι ὥστʼ ἀπροίκους συνεῖναι· παρʼ ἄλλοις δὲ κατὰ συγγένειαν κοινῇ τοὺς καρποὺς ἐργασαμένους, ἐπὰν συγκομίσωσιν, αἴρεσθαι φορτίον ἕκαστον εἰς διατροφὴν τοῦ ἔτους, τὸν δʼ ἄλλον ἐμπιπράναι τοῦ ἔχειν εἰσαῦθις ἐργάζεσθαι καὶ μὴ ἀργὸν εἶναι. ὁπλισμὸν δʼ εἶναι τόξον καὶ οἰστοὺς τριπήχεις, ἢ σαύνιον, καὶ πέλτην καὶ μάχαιραν πλατεῖαν τρίπηχυν· ἀντὶ δὲ χαλινῶν φιμοῖς χρῆσθαι κημῶν μικρὸν διαφέρουσιν· ἥλοις δὲ τὰ χείλη διαπεπάρθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme