Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 15

1.38 Ἐν δὲ τῇ ὀρεινῇ Σίλαν ποταμὸν εἶναι ᾧ μηδὲν ἐπιπλεῖ· Δημόκριτον μὲν οὖν ἀπιστεῖν ἅτε πολλὴν τῆς Ἀσίας πεπλανημένον· καὶ Ἀριστοτέλης δὲ ἀπιστεῖ, καίπερ ἀέρων ὄντων λεπτῶν οἷς οὐδὲν ἐποχεῖται πτηνόν· ἔτι δὲ τῶν ἀναφερομένων ἀτμῶν ἐπισπαστικοί τινές εἰσι πρὸς ἑαυτοὺς καὶ οἷον ῥοφητικοὶ τοῦ ὑπερπετοῦς, ὡς τὸ ἤλεκτρον τοῦ ἀχύρου καὶ ἡ σιδηρῖτις τοῦ σιδήρου· τάχα δὲ καὶ καθʼ ὕδατος τοιαῦταί τινες εἶεν ἂν δυνάμεις. ταῦτα μὲν οὖν φυσιολογίας ἔχεταί τινος καὶ τῆς περὶ τῶν ὀχουμένων πραγματείας, ὥστε ἐν ἐκείνοις ἐπισκεπτέον· νυνὶ δʼ ἔτι καὶ ταῦτα προσληπτέον καὶ ὅσα ἄλλα τῆς γεωγραφίας ἐγγυτέρω.
1.39 φησὶ δὴ τὸ τῶν Ἰνδῶν πλῆθος εἰς ἑπτὰ μέρη διῃρῆσθαι, καὶ πρώτους μὲν τοὺς φιλοσόφους εἶναι κατὰ τιμήν, ἐλαχίστους δὲ κατʼ ἀριθμόν· χρῆσθαι δʼ αὐτοῖς ἰδίᾳ μὲν ἑκάστῳ τοὺς θύοντας ἢ τοὺς ἐναγίζοντας, κοινῇ δὲ τοὺς βασιλέας κατὰ τὴν μεγάλην λεγομένην σύνοδον, καθʼ ἣν τοῦ νέου ἔτους ἅπαντες οἱ φιλόσοφοι τῷ βασιλεῖ συνελθόντες ἐπὶ θύρας ὅ τι ἂν αὐτῶν ἕκαστος συντάξῃ τῶν χρησίμων ἢ τηρήσῃ πρὸς εὐετηρίαν καρπῶν τε καὶ ζῴων καὶ περὶ πολιτείας, προσφέρει τοῦτʼ εἰς τὸ μέσον· ὃς δʼ ἂν τρὶς ἐψευσμένος ἁλῷ, νόμος ἐστὶ σιγᾶν διὰ βίου· τὸν δὲ κατορθώσαντα ἄφορον καὶ ἀτελῆ κρίνουσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme