Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 15

1.35 ταῦτα μὲν οἱ μετʼ Ἀλεξάνδρου στρατεύσαντες λέγουσιν. ἐκδέδοται δέ τις καὶ Κρατεροῦ πρὸς τὴν μητέρα Ἀριστοπάτραν ἐπιστολὴ πολλά τε ἄλλα παράδοξα φράζουσα καὶ οὐχ ὁμολογοῦσα οὐδενὶ καὶ δὴ καὶ τὸ μέχρι τοῦ Γάγγου προελθεῖν τὸν Ἀλέξανδρον· αὐτός τέ φησιν ἰδεῖν τὸν ποταμὸν καὶ * κήτη τὰ ἐπʼ αὐτῷ καὶ μέγεθος καὶ πλάτους καὶ βάθους πόρρω πίστεως μᾶλλον ἢ ἐγγύς. ὅτι μὲν γὰρ μέγιστος τῶν μνημονευομένων κατὰ τὰς τρεῖς ἠπείρους καὶ μετʼ αὐτὸν ὁ Ἰνδός, τρίτος δὲ καὶ τέταρτος ὁ Ἴστρος καὶ ὁ Νεῖλος, ἱκανῶς συμφωνεῖται· τὰ καθʼ ἕκαστα δʼ ἄλλοι ἄλλως περὶ αὐτοῦ λέγουσιν, οἱ μὲν τριάκοντα σταδίων τοὐλάχιστον πλάτος οἱ δὲ καὶ τριῶν, Μεγασθένης δέ, ὅταν ᾖ μέτριος, καὶ εἰς ἑκατὸν εὐρύνεσθαι, βάθος δὲ εἴκοσιν ὀργυιῶν τοὐλάχιστον.
1.36 Ἐπὶ δὲ τῇ συμβολῇ τούτου τε καὶ τοῦ ἄλλου ποταμοῦ Ἐραννοβόα τὰ Παλίβοθρα ἱδρῦσθαι σταδίων ὀγδοήκοντα τὸ μῆκος πλάτος δὲ πεντεκαίδεκα ἐν παραλληλογράμμῳ σχήματι, ξύλινον περίβολον ἔχουσαν κατατετρημένον ὥστε διὰ τῶν ὀπῶν τοξεύειν· προκεῖσθαι δὲ καὶ τάφρον φυλακῆς τε χάριν καὶ ὑποδοχῆς τῶν ἐκ τῆς πόλεως ἀπορροιῶν. τὸ δʼ ἔθνος ἐν ᾧ ἡ πόλις αὕτη καλεῖσθαι Πρασίους, διαφορώτατον τῶν πάντων· τὸν δὲ βασιλεύοντα ἐπώνυμον δεῖν τῆς πόλεως εἶναι, Παλίβοθρον καλούμενον πρὸς τῷ ἰδίῳ τῷ ἐκ γενετῆς ὀνόματι, καθάπερ τὸν Σανδρόκοττον, πρὸς ὃν ἧκεν ὁ Μεγασθένης πεμφθείς. τοιοῦτο δὲ καὶ τὸ παρὰ τοῖς Παρθυαίοις· Ἀρσάκαι γὰρ καλοῦνται πάντες, ἰδίᾳ δὲ ὁ μὲν Ὀρώδης ὁ δὲ Φραάτης ὁ δʼ ἄλλο τι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme