Book 15
1.5
εἰ τοίνυν ταῦτʼ ἀφείς τις τὴν πρὸ τῆς Ἀλεξάνδρου στρατείας ἐπιβλέποι μνήμην, πολὺ ἂν εὕροι τούτων τυφλότερα. Ἀλέξανδρον μὲν οὖν πιστεύειν τοῖς τοιούτοις εἰκός, τετυφωμένον ταῖς τοσαύταις εὐτυχίαις. φησὶ γοῦν Νέαρχος φιλονεικῆσαι αὐτὸν διὰ τῆς Γεδρωσίας ἀγαγεῖν τὴν στρατιάν, πεπυσμένον διότι καὶ Σεμίραμις ἐστράτευσεν ἐπὶ Ἰνδοὺς καὶ Κῦρος· ἀλλʼ ἡ μὲν ἀνέστρεψε φεύγουσα μετὰ εἴκοσιν ἀνθρώπων, ἐκεῖνος δὲ μεθʼ ἑπτά· ὡς σεμνὸν τὸ ἐκείνων τοσαῦτα παθόντων αὐτὸν καὶ στρατόπεδον διασῶσαι μετὰ νίκης διὰ τῶν αὐτῶν ἐθνῶν τε καὶ τόπων.