Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 14

1.9 μικρὸν δὲ πλέον τὸ ἀπὸ Μιλήτου εἰς Ἡράκλειαν ἐγκολπίζοντι, εὐθυπλοίᾳ δʼ εἰς Πύρραν ἐκ Μιλήτου τριάκοντα· τοσαύτην ἔχει μακροπορίαν ὁ παρὰ γῆν πλοῦς. ἀνάγκη δʼ ἐπὶ τῶν ἐνδόξων τόπων ὑπομένειν τὸ περισκελὲς τῆς τοιαύτης γεωγραφίας.
1.10 ἐκ δὲ Πύρρας ἐπὶ τὴν ἐκβολὴν τοῦ Μαιάνδρου πεντήκοντα· τεναγώδης δʼ ὁ τόπος καὶ ἑλώδης· ἀναπλεύσαντι δʼ ὑπηρετικοῖς σκάφεσι τριάκοντα σταδίους πόλις Μυοῦς, μία τῶν Ἰάδων τῶν δώδεκα, ἣ νῦν διʼ ὀλιγανδρίαν Μιλησίοις συμπεπόλισται. ταύτην ὄψον λέγεται Θεμιστοκλεῖ δοῦναι Ξέρξης, ἄρτον δὲ Μαγνησίαν, οἶνον δὲ Λάμψακον.
1.11 ἔνθεν ἐν σταδίοις τέτταρσι κώμη Καρικὴ Θυμβρία, παρʼ ἣν ἄορνόν ἐστι σπήλαιον ἱερόν, Χαρώνιον λεγόμενον, ὀλεθρίους ἔχον ἀποφοράς. ὑπέρκειται δὲ Μαγνησία ἡ πρὸς Μαιάνδρῳ, Μαγνήτων ἀποικία τῶν ἐν Θετταλίᾳ καὶ Κρητῶν, περὶ ἧς αὐτίκα ἐροῦμεν.
1.12 μετὰ δὲ τὰς ἐκβολὰς τοῦ Μαιάνδρου ὁ κατὰ Πριήνην ἐστὶν αἰγιαλός· ὑπὲρ αὐτοῦ δʼ ἡ Πριήνη καὶ Μυκάλη τὸ ὄρος εὔθηρον καὶ εὔδενδρον. ἐπίκειται δὲ τῇ Σαμίᾳ καὶ ποιεῖ πρὸς αὐτὴν ἐπέκεινα τῆς Τρωγιλίου καλουμένης ἄκρας ὅσον ἑπταστάδιον πορθμόν. λέγεται δʼ ὑπό τινων ἡ Πριήνη Κάδμη, ἐπειδὴ Φιλωτᾶς ὁ ἐπικτίσας αὐτὴν Βοιώτιος ὑπῆρχεν· ἐκ Πριήνης δʼ ἦν Βίας εἷς τῶν ἑπτὰ σοφῶν, περὶ οὗ φησιν οὕτως Ἱππῶναξ καὶ δικάσσασθαι Βίαντος τοῦ Πριηνέως κρέσσον.Hipponax fr. 79 (Bergk)

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme