Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 14

3.7 εἶτα Μύρα ἐν εἴκοσι σταδίοις ὑπὲρ τῆς θαλάττης ἐπὶ μετεώρου λόφου. εἶθʼ ἡ ἐκβολὴ τοῦ Λιμύρου ποταμοῦ καὶ ἀνιόντι πεζῇ σταδίους εἴκοσι τὰ Λίμυρα πολίχνη. μεταξὺ δʼ ἐν τῷ λεχθέντι παράπλῳ νησία πολλὰ καὶ λιμένες, ὧν καὶ Μεγίστη νῆσος καὶ πόλις ὁμώνυμος, καὶ ἡ Κισθήνη. ἐν δὲ τῇ μεσογαίᾳ χωρία Φελλὸς καὶ Ἀντίφελλος καὶ ἡ Χίμαιρα, ἧς ἐμνήσθημεν ἐπάνω.
3.8 εἶθʼ Ἱερὰ ἄκρα καὶ αἱ Χελιδόνιαι τρεῖς νῆσοι τραχεῖαι, πάρισοι τὸ μέγεθος, ὅσον πέντε σταδίοις ἀλλήλων διέχουσαι· τῆς δὲ γῆς ἀφεστᾶσιν ἑξαστάδιον· μία δʼ αὐτῶν καὶ πρόσορμον ἔχει. ἐντεῦθεν νομίζουσιν οἱ πολλοὶ τὴν ἀρχὴν λαμβάνειν τὸν Ταῦρον διά τε τὴν ἄκραν ὑψηλὴν οὖσαν καὶ καθήκουσαν ἀπὸ τῶν Πισιδικῶν ὀρῶν τῶν ὑπερκειμένων τῆς Παμφυλίας καὶ διὰ τὰς προκειμένας νήσους ἐχούσας ἐπιφανές τι σημεῖον ἐν τῇ θαλάττῃ κρασπέδου δίκην. τὸ δʼ ἀληθὲς ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ πρὸς Πισιδίαν μέρη συνεχής ἐστιν ἡ ὀρεινή, καλεῖται δὲ καὶ αὕτη Ταῦρος. δοκοῦσι δὲ αἱ Χελιδόνιαι κατὰ Κάνωβόν πως πίπτειν· τὸ δὲ δίαρμα λέγεται τετρακισχιλίων σταδίων. ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ τὴν Ὀλβίαν λείπονται στάδιοι τριακόσιοι ἑξήκοντα ἑπτά· ἐν τούτοις δʼ ἐστὶν ἥ τε Κράμβουσα καὶ Ὄλυμπος πόλις μεγάλη καὶ ὄρος ὁμώνυμον, ὃ καὶ Φοινικοῦς καλεῖται· εἶτα Κώρυκος ὁ αἰγιαλός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme