Book 14
2.20
ἐν δὲ τῇ παραλίᾳ τῆς ἠπείρου κατὰ τὴν Μυνδίαν Ἀστυπάλαιά ἐστιν ἄκρα καὶ Ζεφύριον· εἶτʼ εὐθὺς ἡ Μύνδος λιμένα ἔχουσα, καὶ μετὰ ταύτην Βαργύλια, καὶ αὕτη πόλις· ἐν δὲ τῷ μεταξὺ Καρύανδα λιμὴν καὶ νῆσος ὁμώνυμοςpost ὁμώνυμος· ταύτῃ, ἣν ᾤκουν Καρυανδεῖς. ἐντεῦθεν δʼ ἦν καὶ Σκύλαξ ὁ παλαιὸς συγγραφεύς. πλησίον δʼ ἐστὶ τῶν Βαργυλίων τὸ τῆς Ἀρτέμιδος ἱερὸν τῆς Κινδυάδος, ὃ πεπιστεύκασι περιύεσθαι· ἦν δέ ποτε καὶ χωρίον Κινδύη. ἐκ δὲ τῶν Βαργυλίων ἀνὴρ ἐλλόγιμος ἦν ὁ Ἐπικούρειος Πρώταρχος, ὁ Δημητρίου καθηγησάμενος τοῦ Λάκωνος προσαγορευθέντος.
2.21
εἶτʼ Ἰασὸς ἐπὶ νήσῳ κεῖται προσκειμένη τῇ ἠπείρῳ· ἔχει δὲ λιμένα, καὶ τὸ πλεῖστον τοῦ βίου τοῖς ἐνθάδε ἐκ θαλάττης· εὐοψεῖ γὰρ χώραν τʼ ἔχει παράλυπρον. καὶ δὴ καὶ διηγήματα τοιαῦτα πλάττουσιν εἰς αὐτήν· κιθαρῳδοῦ γὰρ ἐπιδεικνυμένου τέως μὲν ἀκροᾶσθαι πάντας· ὡς δʼ ὁ κώδων ὁ κατὰ τὴν ὀψοπωλίαν ἐψόφησε, καταλιπόντας ἀπελθεῖν ἐπὶ τὸ ὄψον πλὴν ἑνὸς δυσκώφου· τὸν οὖν κιθαρῳδὸν προσιόντα εἰπεῖν ὅτι ὦ ἄνθρωπε πολλήν σοι χάριν οἶδα τῆς πρός με τιμῆς καὶ φιλομουσίας· οἱ μὲν γὰρ ἄλλοι ἅμα τῷ κώδωνος ἀκοῦσαι ἀπιόντες οἴχονται. ὁ δέ τί λέγεις; ἔφη ἤδη γὰρ ὁ κώδων ἐψόφηκεν; εἰπόντος δέ εὖ σοι εἴη ἔφη καὶ ἀναστὰς ἀπῆλθε καὶ αὐτός. ἐντεῦθεν δʼ ἦν ὁ διαλεκτικὸς Διόδωρος ὁ Κρόνος προσαγορευθείς, κατʼ ἀρχὰς μὲν ψευδῶς· Ἀπολλώνιος γὰρ ἐκαλεῖτο ὁ Κρόνος, ὁ ἐπιστατήσας ἐκείνου· μετήνεγκαν δʼ ἐπʼ αὐτὸν διὰ τὴν ἀδοξίαν τοῦ κατʼ ἀλήθειαν Κρόνου.