Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 14

1.29 μετὰ δὲ Κολοφῶνα ὄρος Κοράκιον καὶ νησίον ἱερὸν Ἀρτέμιδος, εἰς ὃ διανηχομένας τίκτειν τὰς ἐλάφους πεπιστεύκασιν. εἶτα Λέβεδος διέχουσα Κολοφῶνος ἑκατὸν καὶ εἴκοσιν· ἐνταῦθα τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἡ σύνοδος καὶ κατοικία τῶν ἐν Ἰωνίᾳ μέχρι Ἑλλησπόντου, ἐν ᾗ πανήγυρίς τε καὶ ἀγῶνες κατʼ ἔτος συντελοῦνται τῷ Διονύσῳ. ἐν Τέῳ δὲ ᾤκουν πρότερον τῇ ἐφεξῆς πόλει τῶν Ἰώνων, ἐμπεσούσης δὲ στάσεως εἰς Ἔφεσον κατέφυγον· Ἀττάλου δʼ εἰς Μυόννησον αὐτοὺς καταστήσαντος μεταξὺ Τέω καὶ Λεβέδου, πρεσβεύονται Τήιοι δεόμενοι Ῥωμαίων μὴ περιιδεῖν ἐπιτειχιζομένην σφίσι τὴν Μυόννησον, οἱ δὲ μετέστησαν εἰς Λέβεδον δεξαμένων τῶν Λεβεδίων ἀσμένως διὰ τὴν κατέχουσαν αὐτοὺς ὀλιγανδρίαν. καὶ Τέως δὲ Λεβέδου διέχει ἑκατὸν εἴκοσι, μεταξὺ δὲ νῆσος Ἀσπίς, οἱ δʼ Ἀρκόνησον καλοῦσι· καὶ ἡ Μυόννησος δὲ ἐφʼ ὕψους χερρονησίζοντος κατοικεῖται.
1.30 καὶ ἡ Τέως δὲ ἐπὶ χερρονήσῳ ἵδρυται λιμένα ἔχουσα· ἐνθένδʼ ἐστὶν Ἀνακρέων ὁ μελοποιός, ἐφʼ οὗ Τήιοι τὴν πόλιν ἐκλιπόντες εἰς Ἄβδηρα ἀπῴκησαν Θρᾳκίαν πόλιν, οὐ φέροντες τὴν τῶν Περσῶν ὕβριν, ἀφʼ οὗ καὶ τοῦτʼ εἴρηται Ἄβδηρα καλὴ Τηίων ἀποικίη. πάλιν δʼ ἐπανῆλθόν τινες αὐτῶν χρόνῳ ὕστερον· εἴρηται δὲ καὶ περὶ Ἀπελλικῶντος ὅτι Τήιος ἦν κἀκεῖνος· γέγονε δὲ καὶ συγγραφεὺς Ἑκαταῖος ἐκ τῆς αὐτῆς πόλεως. ἔστι καὶ ἄλλος λιμὴν ὁ πρόσβορρος ἀπὸ τριάκοντα σταδίων τῆς πόλεως Γερραιίδαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme