Book 14
1.28
ἐκτήσαντο δέ ποτε καὶ ναυτικὴν ἀξιόλογον δύναμιν Κολοφώνιοι καὶ ἱππικήν, ἐν ᾗ τοσοῦτον διέφερον τῶν ἄλλων ὥσθʼ, ὅπου ποτὲ ἐν τοῖς δυσκαταλύτοις πολέμοις τὸ ἱππικὸν τῶν Κολοφωνίων ἐπικουρήσειε, λύεσθαι τὸν πόλεμον· ἀφʼ οὗ καὶ τὴν παροιμίαν ἐκδοθῆναι τὴν λέγουσαν τὸν Κολοφῶνα ἐπέθηκεν ὅταν τέλος ἐπιτεθῇ βέβαιον τῷ πράγματι. ἄνδρες δʼ ἐγένοντο Κολοφώνιοι τῶν μνημονευομένων Μίμνερμος αὐλητὴς ἅμα καὶ ποιητὴς ἐλεγείας, καὶ Ξενοφάνης ὁ φυσικός, ὁ τοὺς σίλλους ποιήσας διὰ ποιημάτων· λέγει δὲ Πίνδαρος καὶ Πολύμναστόν τινα τῶν περὶ τὴν μουσικὴν ἐλλογίμων φθέγμα μὲν πάγκοινον ἔγνωκας ;Πολυμνάστου Κολοφωνίου ἀνδρός.Pind. Fr. 188 (Bergk) καὶ Ὅμηρον δέ τινες ἐντεῦθεν εἶναί φασιν. Εὐθυπλοίᾳ μὲν οὖν ἑβδομήκοντα στάδιοί εἰσιν ἐξ Ἐφέσου, ἐγκολπίζοντι δὲ ἑκατὸν καὶ εἴκοσι.