Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 14

1.19 παράκειται δὲ τῇ Σάμῳ νῆσος Ἰκαρία ἀφʼ ἧς τὸ Ἰκάριον πέλαγος. αὕτη δʼ ἐπώνυμός ἐστιν Ἰκάρου παιδὸς τοῦ Δαιδάλου, ὅν φασι τῷ πατρὶ κοινωνήσαντα τῆς φυγῆς, ἡνίκα ἀμφότεροι πτερωθέντες ἀπῆραν ἐκ Κρήτης, πεσεῖν ἐνθάδε μὴ κρατήσαντα τοῦ δρόμου· μετεωρισθέντι γὰρ πρὸς τὸν ἥλιον ἐπὶ πλέον περιρρυῆναι τὰ πτερὰ τακέντος τοῦ κηροῦ. τριακοσίων δʼ ἐστὶ τὴν περίμετρον σταδίων ἡ νῆσος ἅπασα καὶ ἀλίμενος πλὴν ὑφόρμων, ὧν ὁ κάλλιστος Ἱστοὶ λέγονται· ἄκρα δʼ ἐστὶν ἀνατείνουσα πρὸς ζέφυρον. ἔστι δὲ καὶ Ἀρτέμιδος ἱερὸν καλούμενον Ταυροπόλιον ἐν τῇ νήσῳ καὶ πολισμάτιον Οἰνόη, καὶ ἄλλο Δράκανον ὁμώνυμον τῇ ἄκρᾳ ἐφʼ ᾗ ἵδρυται, πρόσορμον ἔχον· ἡ δὲ ἄκρα διέχει τῆς Σαμίων ἄκρας τῆς Κανθαρίου καλουμένης ὀγδοήκοντα σταδίους, ὅπερ ἐστὶν ἐλάχιστον δίαρμα τὸ μεταξύ. νυνὶ μέντοι λιπανδροῦσαν Σάμιοι νέμονται τὰ πολλὰ βοσκημάτων χάριν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme