Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 13

2.4 ἡ δὲ Πύρρα κατέστραπται, τὸ δὲ προάστειον οἰκεῖται καὶ ἔχει λιμένα, ὅθεν εἰς Μιτυλήνην ὑπέρβασις σταδίων ὀγδοήκοντα. εἶτʼ Ἔρεσος ἔστι μετὰ τὴν Πύρραν· ἵδρυται δʼ ἐπὶ λόφου καθήκει τε ἐπὶ θάλατταν· εἶτʼ ἐπὶ τὸ Σίγριον ἐντεῦθεν στάδιοι εἰκοσιοκτώ· ἐξ Ἐρέσου δʼ ἦσαν Θεόφραστός τε καὶ Φανίας οἱ ἐκ τῶν περιπάτων φιλόσοφοι, Ἀριστοτέλους γνώριμοι. Τύρταμος δʼ ἐκαλεῖτο ἔμπροσθεν ὁ Θεόφραστος, μετωνόμασε δʼ αὐτὸν Ἀριστοτέλης Θεόφραστον, ἅμα μὲν φεύγων τὴν τοῦ προτέρου ὀνόματος κακοφωνίαν, ἅμα δὲ τὸν τῆς φράσεως αὐτοῦ ζῆλον ἐπισημαινόμενος· ἅπαντας μὲν γὰρ λογίους ἐποίησε τοὺς μαθητὰς Ἀριστοτέλης, λογιώτατον δὲ Θεόφραστον. Ἄντισσα δʼ ἐφεξῆς ἐστι τῷ Σιγρίῳ πόλις ἔχουσα λιμένα, ἔπειτα Μήθυμνα· ἐντεῦθεν δʼ ἦν Ἀρίων ὁ ἐπὶ τῷ δελφῖνι μυθευόμενος ὑπὸ τῶν περὶ Ἡρόδοτον εἰς Ταίναρον σωθῆναι, καταποντωθεὶς ὑπὸ τῶν λῃστῶν· οὗτος μὲν οὖν κιθαρῳδός. καὶ Τέρπανδρον δὲ τῆς αὐτῆς μουσικῆς τεχνίτην γεγονέναι φασὶ καὶ τῆς αὐτῆς νήσου, τὸν πρῶτον ἀντὶ τῆς τετραχόρδου λύρας ἑπταχόρδῳ χρησάμενον, καθάπερ καὶ ἐν τοῖς ἀναφερομένοις ἔπεσιν εἰς αὐτὸν λέγεται σοὶ δʼ ἡμεῖς τετράγηρυν ἀποστρέψαντες ἀοιδὴν, ἑπτατόνῳ φόρμιγγι νέους κελαδήσομεν ὕμνους.Arion Fr. 4 (Bergk)καὶ Ἑλλάνικος δὲ Λέσβιος ὁ συγγραφεὺς καὶ Καλλίας ὁ τὴν Σαπφὼ καὶ τὸν Ἀλκαῖον ἐξηγησάμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme