Book 13
1.70
ἐάσθω δὴ ταῦτα, ἐκεῖνο δʼ ὅπερ ἐστὶ μᾶλλον ἐν φανερῷ λαβόντες λέγωμεν, ὅτι ἐν τοῖς περὶ τὸν Κάικον τόποις φαίνεται βεβασιλευκὼς καθʼ Ὅμηρον ὁ Εὐρύπυλος, ὥστʼ ἴσως καὶ τῶν Κιλίκων τι μέρος ἦν ὑπʼ αὐτῷ, καὶ οὐ δύο δυναστεῖαι μόνον ἀλλὰ καὶ τρεῖς ὑπῆρξαν ἐν αὐτοῖς. τῷ δὲ λόγῳ τούτῳ συνηγορεῖ τὸ ἐν τῇ Ἐλαΐτιδι χειμαρρῶδες ποτάμιον δείκνυσθαι Κήτειον· ἐμπίπτει δʼ οὗτος εἰς ἄλλον ὅμοιον, εἶτʼ ἄλλον, καταστρέφουσι δὲ εἰς τὸν Κάικον· ὁ δὲ Κάικος οὐκ ἀπὸ τῆς Ἴδης ῥεῖ, καθάπερ εἴρηκε Βακχυλίδης, οὐδʼ ὀρθῶς Εὐριπίδης τὸν Μαρσύαν φησί τὰς διωνομασμένας ναίειν Κελαινὰς ἐσχάτοις Ἴδης τόποις.Eur. fr. 1085 (Nauck) πολὺ γὰρ τῆς Ἴδης ἄπωθεν αἱ Κελαιναί, πολὺ δὲ καὶ αἱ τοῦ Καΐκου πηγαί· δείκνυνται γὰρ ἐν πεδίῳ. Τῆμνον δʼ ἔστιν ὄρος ὃ διορίζει τοῦτό τε καὶ τὸ καλούμενον Ἀπίας πεδίον, ὃ ὑπέρκειται ἐν τῇ μεσογαίᾳ τοῦ Θήβης πεδίου· ῥεῖ δʼ ἐκ τοῦ Τήμνου ποταμὸς Μύσιος ἐμβάλλων εἰς τὸν Κάικον ὑπὸ ταῖς πηγαῖς αὐτοῦ, ἀφʼ οὗ δέχονταί τινες εἰπεῖν Αἰσχύλον κατὰ τὴν εἰσβολὴν τοῦ ἐν Μυρμιδόσι προλόγου ἰὼ Κάικε Μύσιαί τʼ ἐπιρροαί.Aesch. Fr. 143 (Nauck) ἐγγὺς δὲ τῶν πηγῶν κώμη Γέργιθα ἔστιν, εἰς ἣν μετῴκισεν Ἄτταλος τοὺς ἐν τῇ Τρῳάδι τὸ χωρίον ἐξελών.