Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 12

8.5 καὶ οἱ Κᾶρες δὲ νησιῶται πρότερον ὄντες καὶ Λέλεγες, ὥς φασιν, ἠπειρῶται γεγόνασι, προσλαβόντων Κρητῶν, οἳ καὶ τὴν Μίλητον ἔκτισαν ἐκ τῆς Κρητικῆς Μιλήτου Σαρπηδόνα λαβόντες κτίστην· καὶ τοὺς Τερμίλας κατῴκισαν ἐν τῇ νῦν Λυκίᾳ· τούτους δʼ ἀγαγεῖν ἐκ Κρήτης ἀποίκους Σαρπηδόνα, Μίνω καὶ Ῥαδαμάνθυος ἀδελφὸν ὄντα, καὶ ὀνομάσαι Τερμίλας τοὺς πρότερον Μιλύας, ὥς φησιν Ἡρόδοτος, ἔτι δὲ πρότερον Σολύμους, ἐπελθόντα δὲ τὸν Πανδίονος Λύκον ἀφʼ ἑαυτοῦ προσαγορεῦσαι τοὺς αὐτοὺς Λυκίους. οὗτος μὲν οὖν ὁ λόγος ἀποφαίνει τοὺς αὐτοὺς Σολύμους τε καὶ Λυκίους, ὁ δὲ ποιητὴς χωρίζει· Βελλεροφόντης γοῦν ὡρμημένος ἐκ τῆς Λυκίας Σολύμοισι μαχέσσατο κυδαλίμοισι.Hom. Il. 6.184 Πείσανδρόν τε ὡσαύτως υἱὸν αὐτοῦ Ἄρης ὥς φησι μαρνάμενον Σολύμοισι κατέκτανε.Hom. Il. 6.204 καὶ τὸν Σαρπηδόνα δὲ ἐπιχώριόν τινα λέγει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme