Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 12

5.2 ἔχουσι δὲ οἱ μὲν Τροκμοὶ τὰ πρὸς τῷ Πόντῳ καὶ τῇ Καππαδοκίᾳ· ταῦτα δʼ ἐστὶ τὰ κράτιστα ὧν νέμονται Γαλάται· φρούρια δʼ αὐτοῖς τετείχισται τρία, Τάουιον, ἐμπόριον τῶν ταύτῃ, ὅπου ὁ τοῦ Διὸς κολοσσὸς χαλκοῦς καὶ τέμενος αὐτοῦ ἄσυλον, καὶ Μιθριδάτιον, ὃ ἔδωκε Πομπήιος Βογοδιατάρῳ τῆς Ποντικῆς βασιλείας ἀφορίσας, τρίτον δέ πω Δανάλα, ὅπου τὸν σύλλογον ἐποιήσαντο Πομπήιός τε καὶ Λεύκολλος, ὁ μὲν ἥκων ἐπὶ τὴν τοῦ πολέμου διαδοχὴν ὁ δὲ παραδιδοὺς τὴν ἐξουσίαν καὶ ἀπαίρων ἐπὶ τὸν θρίαμβον. Τροκμοὶ μὲν δὴ ταῦτʼ ἔχουσι τὰ μέρη, Τεκτόσαγες δὲ τὰ πρὸς τῇ μεγάλῃ Φρυγίᾳ τῇ κατὰ Πεσσινοῦντα καὶ Ὀρκαόρκους· τούτων δʼ ἦν φρούριον Ἄγκυρα ὁμώνυμος τῇ πρὸς Λυδίᾳ περὶ Βλαῦδον πολίχνῃ Φρυγιακῇ. Τολιστοβώγιοι δὲ ὅμοροι Βιθυνοῖς εἰσι καὶ τῇ Ἐπικτήτῳ καλουμένῃ Φρυγίᾳ· φρούρια δʼ αὐτῶν ἐστι τό τε Βλούκιον καὶ τὸ Πήιον, ὧν τὸ μὲν ἦν βασίλειον Δηιοτάρου, τὸ δὲ γαζοφυλάκιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme