Book 11
12.2
τὸ γὰρ ὄρος τοῦτο ἄρχεται μὲν ἀπὸ τῆς Καρίας καὶ Λυκίας, ἀλλʼ ἐνταῦθα μὲν οὔτε πλάτος οὔτε ὕψος ἀξιόλογον δείκνυσιν· ἐξαίρεται δὲ πολὺ πρῶτον κατὰ τὰς Χελιδονίας (αὗται δʼ εἰσὶ νῆσοι κατὰ τὴν ἀρχὴν τῆς Παμφύλων παραλίας), ἐπὶ δὲ τὰς ἀνατολὰς ἐκτεινόμενον αὐλῶνας μακροὺς ἀπολαμβάνει τοὺς τῶν Κιλίκων· εἶτα τῇ μὲν τὸ Ἀμανὸν ἀπʼ αὐτοῦ σχίζεται τῇ δὲ ὁ Ἀντίταυρος, ἐν ᾧ τὰ Κόμανα ἵδρυται τὰ ἐν τοῖς ἄνω λεγομένοις Καππάδοξιν. οὗτος μὲν οὖν ἐν τῇ Καταονίᾳ τελευτᾷ, τὸ δὲ Ἀμανὸν ὄρος μέχρι τοῦ Εὐφράτου καὶ τῆς Μελιτηνῆς πρόεισι, καθʼ ἣν ἡ Κομμαγηνὴ τῇ Καππαδοκίᾳ παράκειται· ἐκδέχεται δὲ τὰ πέραν τοῦ Εὐφράτου ὄρη, συνεχῆ μὲν τοῖς προειρημένοις πλὴν ὅσον διακόπτει ῥέων διὰ μέσων ὁ ποταμός, πολλὴν δʼ ἐπίδοσιν λαμβάνει εἰς τὸ ὕψος καὶ τὸ πλάτος καὶ τὸ πολυσχιδές. τὸ δʼ οὖν νοτιώτατον μάλιστά ἐστιν ὁ Ταῦρος ὁρίζων τὴν Ἀρμενίαν ἀπὸ τῆς Μεσοποταμίας.